Καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός. καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν ἑαυτούς, ἵνα σαλπίσωσιν. Διὰ τούτων ἁπάντων τὰ πρὸ τῆς συντελείας χαρακτηρίζονται φόβητρα, καθάπερ ἐν τῷ Σινᾷ ὄρει θείας παρουσίας ἐγνωρίζοντο σύμβολα πάντας καταπλήττοντα καὶ πρὸς ἐπιστροφὴν τοὺς εὐγνωμονεστέρους ἐνάγοντα. ἄγγελοι δὲ τούτοις διακονοῦνται, ὡς ἰατροὶ συμπαθεῖς χριστομιμήτως καυτῆρσι καὶ τομαῖς τοὺς τὴν δεινοτάτην τῆς ἁμαρτίας νόσον ἀσθενοῦντας θεραπεύοντες, ἢ τό γε μετριώτερον τοῖς ῥᾳθυμοτέροις τὴν μέλλουσαν ἐπικουφίζοντες κόλασιν, εἰ ὁπωσοῦν εὐχαρίστως ἐνέγκωσιν. ἡμᾶς δὲ τοὺς τῷ τιμίῳ Χριστοῦ ἐσφραγισμένους ὀνόματι καὶ τὴν δόξαν τῶν ἁγίων ἐπιποθοῦντας καὶ τοῖς ἐνταῦθα ἀλγεινοῖς τὴν τῶν μελλόντων πόνων φυγὴν εὐχομένους παιδεύων ὁ φιλάνθρωπος κύριος τῷ τῆς ἁμαρτίας θανάτῳ μὴ παραδῴη, καθὼς γέγραπται, ἀλλὰ πραΰναι ἡμῖν τὰς πονηρὰς ἡμέρας τῶν αἰωνίων κολάσεων, ὅταν ὀρυγῇ βόθρος τῷ τῆς ἁμαρτίας εὑρετῇ, ὁ ἀφεγγὴς τῆς γεέννης χῶρος καὶ βαθύτατος, ὅπως, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία, τοῖς ἁγίοις συναυλιζόμενοι σὺν αὐτῷ τῷ σωτῆρι Χριστῷ τῷ θεῷ ἡμῶν ἐσόμεθα, ᾧ πρέπει πᾶσα δοξολογία, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ πατρὶ καὶ τῷ παναγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.