Τῆς οὖν ἀπαρχῆς θεὸν ἑαυτῆς ποιησαμένης τὸν ὄντα θεὸν καὶ πατέρα τὸν ἀγαθὸν πατέρα, πάσῃ κατορθοῦται τῇ φύσει τὸ ἀγαθὸν καὶ πάντων ἀνθρώπων γίνεται διὰ τῆς ἀπαρχῆς πατὴρ καὶ θεός. εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, φησί, καὶ τὸ φύραμα. ὅπου δὲ ἡ ἀπαρχή [Χριστός], Χριστὸς δὲ ἡ ἀπαρχή, ἐκεῖ καὶ οἱ τοῦ Χριστοῦ, καθώς φησιν ὁ ἀπόστολος. ἐν οἷς οὖν διὰ συζυγίας τὴν μνήμην τοῦ πρωτοτόκου πεποίηται νεκρῶν τε καὶ κτίσεως καὶ ἀδελφῶν μνημονεύσας, ταῦτα καὶ τὰ τοιαῦτα νοεῖν ὑποτίθεται· ὅπου δὲ δίχα τῆς τοιαύτης προσθήκης φησὶν Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, ἡ τοῦ πάλιν προσθήκη τὴν ἐπὶ τέλει γενησομένην τοῦ δεσπότου τῶν ὅλων ἐμφάνειαν προσαγορεύει. ὡς γὰρ ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτει, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καίτοι ὁ υἱὸς τὸ ἀνθρώπινον ὄνομα οὐκ ἔχει τῷ ὑπὲρ πᾶν εἶναι ὄνομα, οὕτως παρὰ πάσης τῆς ὑπερκοσμίου κτίσεως προσκυνεῖσθαι τὸν πρωτότοκον λέγει τὸν δι᾽ ἡμᾶς οὕτως ὠνομασμένον, πάλιν εἰς τὴν οἰκουμένην εἰσιόντα, ὅταν κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι. οὕτω διακρίνεται παρὰ τοῦ λόγου τῆς εὐσεβείας τό τε τοῦ πρωτοτόκου καὶ τὸ τοῦ μονογενοῦς σημαινόμενον, ἑκατέρῳ τῶν ὀνομάτων τῆς καταλλήλου σημασίας φυλασσομένης· ὁ δὲ εἰς τὴν προαιώνιον ὕπαρξιν ἀνάγων τοῦ πρωτοτόκου τὸ ὄνομα πῶς διασῴζει τὴν τοῦ μονογενοῦς ἔννοιαν;