Εἶδες πόσον τὸ μέσον, καὶ τίνα μὲν ᾔτουν οἱ ἐν τῇ Παλαιᾷ, τίνα δὲ οἱ ἐν τῇ Καινῇ; Καὶ πάλιν ὁ Χριστός· Χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Καὶ ὁ Παῦλος· Ὁ δὲ Θεὸς πληρώσαι ὑμᾶς πάσης χάριτος καὶ ἐλπίδος ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου. Εἶδες εὐλογίας δύναμιν τὰ ἀπόῤῥητα χαριζομένην ἀγαθὰ, καὶ οὐδὲν ἔχουσαν γήϊνον; Καὶ πάλιν ὁ Παῦλος· Ὁ Θεὸς συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἀλλ᾽ ἐν τῇ Παλαιᾷ, ὅτε παχύτερον τὰ τῶν ἀνθρώπων διέκειτο, ἀπὸ τῶν αἰσθητῶν τὰ τῆς εὐλογίας ὑφαίνετο, καὶ ἡ πολυπαιδία μέγιστον πρᾶγμα εἶναι ἐνομίζετο. Ἐπειδὴ γὰρ ἐκ τῆς ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος, παραμυθούμενος τὸ γένος ὁ Θεὸς, καὶ δεικνὺς, ὅτι οὐ μόνον οὐκ ἀναλώσει, οὔτε πανωλεθρίᾳ παραδώσει, ἀλλὰ καὶ πολλῷ πλείους ἔσονται τοῦ προτέρου, φησίν· Αὐξάνεσθε, καὶ πληθύνεσθε. Ἐπειδὴ δὲ ἐγνώσθη ὕπνος ὢν ὁ θάνατος, εἰσήγετο τὸ τῆς παρθενίας καλόν. Διὸ καὶ ὁ Παῦλος ἔλεγε· Θέλω δὲ πάντας ἀνθρώπους εἶναι ἐν ἐγκρατείᾳ, ὡς καὶ ἐμαυτόν. Καὶ πάλιν· Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Καὶ ὁ Χριστός· Εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄλλως δὲ καὶ ἐν ἀρχῇ τοῦτο ᾐνίξατο, ὅτι ἀρετῆς, οὐ πολυπαιδίας χρεία.