Καὶ ποῦ γέγονεν αἰχμάλωτος Παῦλος, ἵνα εἴπῃ, Τοὺς συναιχμαλώτους μου; Αἰχμάλωτος μὲν οὐκ ἐγένετο, αἰχμαλώτων δὲ πολλῷ χαλεπώτερα ἔπασχεν, οὐ πατρίδος ἀλλοτριούμενος μόνον καὶ οἰκίας, ἀλλὰ καὶ λιμῷ παλαίων καὶ θανάτῳ διηνεκεῖ καὶ μυρίοις ἑτέροις. Τοῦ μὲν γὰρ αἰχμαλώτου τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι τῶν οἰκείων ἀλλοτριούμενος, δοῦλος γίνεται πολλάκις ἀντ᾽ ἐλευθέρου· ἐνταῦθα δὲ νιφάδας ἔστιν εἰπεῖν πειρασμῶν, οὓς ὑπέμενεν ὁ μακάριος οὗτος, ἀγόμενος καὶ περιαγόμενος, μαστιγούμενος καὶ δεσμούμενος, λιθαζόμενος, καταποντιζόμενος, μυρίους ἔχων ἐπιβούλους. Καὶ οἱ μὲν αἰχμάλωτοι οὐδένα λοιπὸν ἔχουσι πολέμιον μετὰ τὴν ἀπαγωγὴν, ἀλλὰ καὶ πολλῆς ἀπολαύουσι προνοίας παρὰ τῶν εἰληφότων αὐτούς· οὗτος δὲ ἐν μέσοις περιεστρέφετο τοῖς πολεμίοις διηνεκῶς, καὶ πανταχοῦ δόρατα ἔβλεπε, καὶ ξίφη ἠκονημένα, καὶ παρατάξεις καὶ μάχας. Ἐπεὶ οὖν καὶ τούτους εἰκὸς ἦν πολλῶν αὐτῷ κεκοινωνηκέναι κινδύνων, συναιχμαλώτους αὐτοὺς καλεῖ, ὥσπερ καὶ ἀλλαχοῦ φησιν· Ἀρίσταρχος ὁ συναιχμάλωτός μου. Εἶτα καὶ ἕτερος ἔπαινος· Οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις. Καίτοι καὶ τὸ ἀποστόλους εἶναι μέγα, τὸ δὲ καὶ ἐν τούτοις ἐπισήμους εἶναι, ἐννόησον ἡλίκον ἐγκώμιον· ἐπίσημοι δὲ ἦσαν ἀπὸ τῶν ἔργων, ἀπὸ τῶν κατορθωμάτων. Βαβαὶ, πόση τῆς γυναικὸς ταύτης ἡ φιλοσοφία, ὡς καὶ τῆς τῶν ἀποστόλων ἀξιωθῆναι προσηγορίας.