Εἰ μὲν οὖν ἑωρῶμεν τοὺς ἀνθρώπους ἐμμένοντας τοῖς ἐγνωσμένοις καλοῖς καὶ εἰς ἔργον ἄγοντας ταῦτα καὶ ἀγαθοὺς ἀποτελουμένους διὰ τῶν ἔργων, ἀλλὰ μὴ πλημμελοῦντας παρ’ ὃν ἔχουσιν ὀρθὸν λόγον ἐν ταῖς ψυχαῖς, οὐκ ἂν ἡμεῖς πολὺν ἐποιούμεθα λόγον περὶ δικαιοπραγίας, περὶ σωφροσύνης, περὶ ἐγκρατείας, καὶ τῶν τοιούτων· τίς γὰρ οὐκ οἶδεν, ὅτι καλὸν τούτων ἕκαστον, καὶ μάλιστα ἐγκρατὴς βίος, ὃς καὶ διὰ πείρας ἑκάστοτε δείκνυται ψυχαῖς ὁμοῦ τε καὶ σώμασιν ὠφελιμώτατος ὤν. Ἐπεὶ δὲ ἴσασι μὲν οἱ πλεῖστοι, καὶ καλῶς ἴσασιν, ἀλλ’ ἐπιθυμία καὶ θυμὸς ἐπικρατεῖ τῆς καλῆς ἐπιστήμης («βλέπω γάρ», φησὶν ὁ ἀπόστολος, «ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου»), διὰ τοῦτο συνεχῶς τὴν ἀπὸ τοῦ λόγου παράκλησιν προσάγομεν ὑμῖν, ἀδελφοί, ὡσὰν διαναστήσωμεν τῷ ἀδιαστρόφῳ καὶ ὀρθῷ λογισμῷ τὴν τοῦ ἀγαθοῦ πρᾶξιν ἐπιτιθέναι, ὡς τὸ τῆς ἐν τοῖς τοιούτοις γνώσεως τέλος ἀγαθὸν ἐπιφέρουσαν. «Σύνεσις ἀγαθή», φησὶν ὁ Δαβίδ, «πᾶσι τοῖς ποιοῦσιν αὐτήν». Καὶ «ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς»· καὶ ὁ Παῦλος, «οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται»· ὁ δὲ ἀμφοτέρων Κύριος, «εἰ ταῦτα οἴδατε», φησί, «μακάριοί ἐστε, ἐὰν ποιῆτε αὐτά».