Καὶ οὐκ εἶπε, Λογισθήσεται, ἀλλὰ, Τραπήσεται, ὅπερ ἐμφαντικώτερον ἦν· ὥσπερ καὶ ἀνωτέρω οὐκ εἶπεν, Ἡ περιτομή σου ἀκροβυστία λογίζεται, ἀλλὰ, Γέγονε. Καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία. Ὁρᾷς, ὅτι δύο οἶδεν ἀκροβυστίας, τὴν μὲν ἐκ φύσεως, τὴν δὲ ἐκ προαιρέσεως; Ἐνταῦθα μέντοι τὴν ἐκ φύσεως λέγει, ἀλλ᾽ οὐχ ἵσταται μέχρι τούτου, ἀλλ᾽ ἐπάγει· Τὸν νόμον τελοῦσά σε τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου; Ὅρα τὴν λεπτοτάτην αὐτοῦ σύνεσιν. Οὐκ εἶπεν, ὅτι ἡ ἐκ φύσεως ἀκροβυστία τὴν περιτομὴν κρινεῖ, ἀλλὰ, ἔνθα μὲν ἡ νίκη ἦν, τὴν ἀκροβυστίαν εἰσάγει· ἔνθα δὲ ἡ ἧττα ἦν, οὐκέτι τὴν περιτομὴν δείκνυσιν ἡττωμένην, ἀλλὰ τὸν αὐτὴν ἔχοντα Ἰουδαῖον, φειδόμενος διὰ τῶν ῥημάτων πλῆξαι τὸν ἀκροατήν. Καὶ οὐκ εἶπε, Σὲ τὸν νόμον ἔχοντα καὶ περιτομὴν, ἀλλ᾽ ἔτι ἡμερώτερον, Σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου· τουτέστι, καὶ ἀμύνει τῇ περιτομῇ ἡ τοιαύτη ἀκροβυστία, ἠδίκηται γάρ· καὶ βοηθεῖ τῷ νόμῳ, ἐπηρέασται γάρ· καὶ περιφανὲς ἵστησι τρόπαιον. Ἡ γὰρ νίκη τότε ἐστὶ λαμπρὰ, ὅταν μὴ παρὰ Ἰουδαίου ὁ Ἰουδαῖος, ἀλλὰ παρὰ ἀκροβύστου κρίνηται· ὥσπερ ὅταν λέγῃ· Ἄνδρες Νινευῗται ἐγερθήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Οὐκοῦν οὐ τὸν νόμον ἀτιμάζει· σφόδρα γὰρ αὐτὸν αἰδεῖται· ἀλλὰ τὸν εἰς τὸν νόμον ὑβρίζοντα.