βʹ. Εἰπὲ γάρ μοι, τί βέλτιον, ψυχὴ ἢ σῶμα; Δῆλον ὅτι ψυχή. Οὐκοῦν καὶ ἡ περιτομὴ ἐκείνη οὐ βελτίων, ἀλλ᾽ αὕτη μόνη ἐστὶ περιτομή. Ἕως μὲν γὰρ ὁ τύπος εἱστήκει, εἰκότως κατὰ σύγκρισιν προῆγε, Τὸ περιτετμῆσθαι, γράφων, τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν. Οὕτω καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ἀναιρεῖ αὐτὴν, λέγων· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι. Λοιπὸν δὲ καὶ τοῦ ὀνόματος αὐτὴν ἀποστερεῖ, Οὐδὲ ἔστι περιτομὴ, φησί. Καὶ γὰρ ὁ τύπος, ἕως ἂν μέλλῃ ἔρχεσθαι ἡ ἀλήθεια, καλεῖται τοῦτο· ἐπειδὰν δὲ ἔλθῃ ἡ ἀλήθεια, οὐκέτι καλεῖται. Οἷον ἐπὶ σκιαγραφίας· ὑπέγραφέ τις βασιλέα σκιαγραφῶν· ἕως ἂν οὐκ ἐπάγηται τὰ ἄνθη, οὐ λέγεται βασιλεύς· ἐπειδὰν δὲ ἐπιτεθῇ, κρύπτεται μὲν τῇ ἀληθείᾳ ὁ τύπος, καὶ οὐ φαίνεται· τότε δὲ καὶ λέγομεν, Ἰδοὺ ὁ βασιλεύς. Καὶ οὐκ εἶπεν, Ἐν ἡμῖν γάρ ἐστιν ἡ περιτομὴ, ἀλλ᾽, Ἡμεῖς ἐσμεν· εἰκότως. Τοῦτο γάρ ἐστιν ἄνθρωπος, ἡ περιτομὴ ἡ ἐνάρετος, τοῦτό ἐστιν ἀληθῶς ἄνθρωπος. Ἐν ἐκείνοις δὲ οὐκ εἶπεν οὕτως, ἀλλὰ, Βλέπετε τὴν κατατομήν· αὐτοὶ γὰρ λοιπὸν ἐν ἀπωλείᾳ ἦσαν καὶ κακίᾳ. Εἶτα δηλῶν ὅτι οὐκέτι ἐν σώματι γίνεται ἡ περιτομὴ, ἀλλ᾽ ἐν καρδίᾳ, φησί· Καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, καίπερ ἐγὼ ἔχων πεποίθησιν, καὶ ἐν σαρκί.