Πῶς οὖν ἐγένετο ἰσχυρός; Τῇ πίστει, φησὶν, οὐ λογισμοῖς τὸ πρᾶγμα ἐπιτρέψας· ἐπεὶ ἂν κατέπεσε. Πῶς δὲ αὐτὴν τὴν πίστιν κατώρθωσε; Δοὺς δόξαν τῷ Θεῷ, φησὶ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Ἄρα τὸ μὴ περιεργάζεσθαι, δοξάζειν ἐστὶ τὸν Θεὸν, ὥσπερ οὖν τὸ περιεργάζεσθαι, πλημμελεῖν. Εἰ δὲ τὰ κάτω περιεργαζόμενοι καὶ ζητοῦντες οὐ δοξάζομεν, πολλῷ μᾶλλον τὴν τοῦ Δεσπότου γέννησιν πολυπραγμονοῦντες, ὡς ὑβρίζοντες τὰ ἔσχατα πεισόμεθα. Εἰ γὰρ τὸν τύπον τῆς ἀναστάσεως οὐ χρὴ ζητεῖν, πολλῷ μᾶλλον τὰ ἀπόῤῥητα ἐκεῖνα καὶ φρικτά. Καὶ οὐκ εἶπε πιστεύσας ἁπλῶς, ἀλλὰ, Πληροφορηθείς. Τοιοῦτον γὰρ ἡ πίστις, τῆς ἀπὸ λογισμῶν ἀποδείξεως, σαφεστέρα, καὶ μᾶλλον πείθει· οὐ γὰρ ἔστι λογισμὸν ἕτερον ἐπεισελθόντα αὐτῇ διασαλεῦσαι λοιπόν. Ὁ μὲν γὰρ λόγοις πειθόμενος καὶ μεταπεισθῆναι δύναται· ὁ δὲ τῇ πίστει βεβαιούμενος ἀπετείχισε λοιπὸν αὐτοῦ τὴν ἀκοὴν τοῖς λυμαινομένοις αὐτὴν λόγοις. Εἰπὼν τοίνυν, ὅτι ἀπὸ πίστεως ἐδικαιώθη, δείκνυσιν, ὅτι καὶ ἐδόξασε τὸν Θεὸν ἀπὸ τῆς πίστεως· ὃ βίου μάλιστά ἐστιν ἴδιον. Λαμψάτω γὰρ ὑμῶν τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἰδοὺ τοῦτο τῆς πίστεως ὂν ἐφάνη.