ὅτι τοῦ Πατρὸς τὸν ἀγαπητὸν αὐτοῦ δεδωκότος δι᾽ ἡμᾶς; ὅτι Πνεῦμα ἅγιον ἐδεξάμεθα; ὅτι μετ᾽ εὐκολίας ἁπάσης; ὅτι χάριτος ἀφάτου καὶ δωρεᾶς ἀπελαύσαμεν; Ταῦτα τοίνυν εἰπὼν, καὶ διὰ μικρῶν ῥημάτων ἅπαντα δηλώσας, πάλιν εἰς τὴν ἐλπίδα τὸν λόγον κατέλυσεν. Εἰπὼν γὰρ, Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην, ἐν ᾗ ἑστήκαμεν, ἐπήγαγε· Καὶ καυχώμεθα ἐπὶ τῇ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. Ἐπεὶ οὖν εἶπε τὰ μὲν γεγενημένα, τὰ δὲ μέλλοντα· τὸ μὲν γὰρ δικαιωθῆναι, καὶ τὸ τὸν Υἱὸν ὑπὲρ ἡμῶν σφαγῆναι, καὶ τὸ δι᾽ αὐτοῦ τῷ Πατρὶ προσαχθῆναι, καὶ τὸ χάριτος ἀπολαῦσαι, καὶ δωρεᾶς, καὶ τὸ ἁμαρτημάτων ἀπαλλαγῆναι, καὶ τὸ εἰρήνην ἔχειν πρὸς τὸν Θεὸν, καὶ τὸ ἁγίου Πνεύματος μετασχεῖν, ταῦτα γεγενημένων ἐστί· τὰ δὲ μέλλοντα ἦν, ἡ δόξα ἐκείνη ἡ ἀπόῤῥητος· ὃ καὶ αὐτὸ ἐπήγαγε, λέγων· Ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπὶ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ· ἡ δὲ ἐλπὶς, ὥσπερ ἔφθην εἰπὼν, οὐ σφόδρα ἱκανὴ τὸν μικρόψυχον ὀρθῶσαι καὶ ἀναστῆσαι ἀκροατήν· ὅρα τί ποιεῖ πάλιν, καὶ θέασαι τὴν εὐτονίαν Παύλου, καὶ τὴν φιλόσοφον γνώμην. Ἀπὸ γὰρ αὐτῶν τῶν δοκούντων λυπεῖν καὶ θορυβεῖν καὶ ταράττειν τὸν ἀκροατὴν, ἀπ᾽ αὐτῶν τούτων ἀναπλέκει τῆς παρακλήσεως καὶ τοῦ καυχήματος τοὺς στεφάνους.