Ἔστι ζωὴ αὕτη ἡ τοῦ σώματος, καὶ ἔστι ζωὴ ἡ τῆς ἁμαρτίας· καθώς φησιν αὐτὸς ἀλλαχοῦ· Εἰ δὲ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; Ἄρα ἔστι ζῇν τὴν τῆς ἁμαρτίας ζωήν· προσέχετε ἀκριβῶς, παρακαλῶ, ἵνα μὴ εἰκῆ κοπτώμεθα· ἔστι ζωὴ ἡ ἀΐδιος καὶ ἀθάνατος, μετὰ δὲ ταύτης ἡ οὐράνιος· Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Ἔστι ζωὴ ἡ τοῦ σώματος, ἥν φησι, Δι᾽ αὐτοῦ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Οὐ τὴν φυσικὴν οὖν φησι μὴ ζῇν ζωὴν, ἀλλὰ ταύτην τὴν τῶν ἁμαρτημάτων, ἣν ἅπαντες ἄνθρωποι ζῶσιν· εἰκότως. Ὁ γὰρ μὴ ἐπιθυμῶν τῆς παρούσης ζωῆς, πῶς ταύτην ζῇ; ὁ πρὸς ἑτέραν σπεύδων, πῶς ταύτην ζῇ; ὁ θανάτου καταφρονῶν, πῶς ταύτην ζῇ; ὁ μηδενὸς τῶν ἐνταῦθα ἐπιθυμῶν, πῶς ταύτην ζῇ; Ὥσπερ γὰρ ὁ ἐξ ἀδάμαντος συγκείμενος, κἂν μυριάκις πλήττοιτο, οὐκ ἂν ἐπιστραφείη ποτέ· οὕτως οὐδὲ ὁ Παῦλος· Ζῶ δὲ, φησὶν, οὐκέτι ἐγὼ, τουτέστιν, ὁ παλαιὸς ἄνθρωπος· καὶ πάλιν ἀλλαχοῦ, Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Οὕτως ὁ μηδὲν διὰ τροφὴν ποιῶν, ὁ μηδὲν δι᾽ ἔνδυμα, ὁ μηδὲν διά τι τῶν παρόντων, πῶς οὗτος ζῇ; Οὗτος οὐδὲ τὴν φυσικὴν ζωὴν ζῇ· ὁ μηδενὸς φροντίζων τῶν βιωτικῶν, οὐ ζῇ. Ἡμεῖς ζῶμεν τοῦτον τὸν βίον, οἱ πάντα ὑπὲρ τούτου πράττοντες· ἐκεῖνος δὲ οὐκ ἔζη· οὐδὲν γὰρ ἐπραγματεύετο τῶν ἐνταῦθα.