Ἓν δὲ ἐκ πάντων κατασκευάζει, τὴν πολλὴν εὐεργεσίαν τῆς χάριτος. «Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν· ἐγὼ δὲ ἀπέθανον.» Οὐ μὴ οὖσαν ἂν ὑπεστήσατο τὴν ἁμαρτίαν ἡ ἐντολὴ, ἀλλὰ κρυπτομένην ἔδειξεν· ὅπερ καὶ ἔπαινός ἐστι τοῦ νόμου. Εἴ γε πρὸ τούτου μὲν ἀνεπαισθήτως ἡμάρτανον, τούτου δὲ ἐλθόντος, εἰ καὶ μηδὲν ἕτερον ἐκαρποῦντο, ἀλλ᾽ οὖν ἀκριβῶς ἐμάνθανον ὅτι ἡμάρτανον. «Καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὐτὴ εἰς θάνατον.» Οὐκ εἶπεν, γέγονε θάνατος, ἀλλ᾽ εὑρέθη, τὸ καινὸν καὶ παράδοξον τῆς ἀτοπίας δηλῶν. «Ἡ γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα τῆς ἐντολῆς ἐξηπάτησέ με, καὶ δι᾽ αὐτῆς ἀπέκτεινεν. Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή· τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος; Μὴ γένοιτο.» Ὅρα πῶς πανταχοῦ τῆς ἁμαρτίας μέμνηται, τὸν νόμον ἐγκλημάτων ἀπαλλάττων καὶ κατηγορίας ἁπάσης· διὸ καὶ ἐπάγει, Ὥστε ὁ μὲν νόμος ἅγιος. «Ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γίνηται καθ᾽ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.» Ἁμαρτίαν τὸν διάβολόν φησιν, τὸν πατέρα καὶ εὑρέτην τῆς ἁμαρτίας, αὐτὸν τὸν θάνατον, ὃς διὰ μόνης τῆς τοῦ Χριστοῦ παρουσίας κατήργηται. Καὶ τοῦτο ἔμπροσθεν αὐτὸς ἐδίδαξεν, εἰπὼν τὸ, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου, ἐπαγαγών· Χάρις δὲ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ.