Καὶ ἑτέρωθι δὲ πάλιν τῶν αὐτῶν ἀναμιμνήσκει τούτων, οὕτω λέγων, ὅτι Εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσι. Τοῦτο δὴ καὶ ἐνταῦθα κατασκευάζων φησίν· Ὀφειλέται ἐσμέν. Εἶτα, ἐπειδὴ εἶπεν, Οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ, ἵνα μὴ τὰ λεγόμενα πάλιν εἰς τὴν τῆς σαρκὸς λάβοις φύσιν, οὐκ ἐσίγησεν, ἀλλ᾽ ἐπήγαγε· Τοῦ κατὰ σάρκα ζῇν Καὶ γὰρ πολλὰ αὐτῇ ὀφείλομεν, τὸ τρέφειν αὐτὴν, τὸ θάλπειν, τὸ ἀναπαύειν, τὸ θεραπεύειν νοσοῦσαν, τὸ περιβάλλειν, καὶ μυρία ἕτερα λειτουργεῖν. Ἵν᾽ οὖν μὴ νομίσῃς, ὅτι ταύτην ἀναιρεῖ τὴν διακονίαν, εἰπὼν, Οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ, ἑρμηνεύει αὐτὸ λέγων· Τοῦ κατὰ σάρκα ζῇν. Ἐκείνην γὰρ ἀναιρῶ τὴν σπουδὴν, φησὶ, τὴν ἐπὶ ἁμαρτίαν ἄγουσαν, ὡς τά γε θεραπεύοντα αὐτὴν βούλομαι γίνεσθαι· ὅπερ καὶ προϊὼν ἐδήλωσεν. Εἰπὼν γὰρ τῆς σαρκὸς μὴ ποιεῖσθαι πρόνοιαν, οὐκ ἐσίγησεν, ἀλλ᾽ ἐπήγαγεν, Εἰς ἐπιθυμίας· ὃ δὴ καὶ ἐνταῦθα παιδεύει λέγων, ὅτι Θεραπευέσθω μέν· ὀφείλομεν γὰρ αὐτῇ τοῦτο· μὴ μέντοι κατὰ σάρκα ζῶμεν· τουτέστι, Μὴ ποιῶμεν αὐτὴν κυρίαν τῆς ζωῆς τῆς ἡμετέρας. Ἕπεσθαι γὰρ αὐτὴν ἀναγκαῖον, οὐχ ἡγεῖσθαι, οὐδὲ αὐτὴν ῥυθμίζειν τὸν βίον τὸν ἡμέτερον, ἀλλὰ τοὺς τοῦ Πνεύματος δέχεσθαι νόμους.