Τοῦ αὐτοῦ ἁγιωτάτου Φωτίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ὁμιλία πρώτη εἰς τὴν ἔφοδον τῶν Ῥώς.
Τί τοῦτο; τίς ἡ χαλεπὴ αὕτη καὶ βαρεῖα πληγὴ καὶ ὀργή; πόθεν ἡμῖν ὁ ὑπερβόρειος οὗτος καὶ φοβερὸς ἐπέσκηψε κεραυνός; ποῖα νέφη παθῶν πυκνωθέντα, τίνων δὲ κριμάτων σφοδραὶ παρατρίψεις τὴν ἀνυπόστατον ταύτην καθ’ ἡμῶν ἐξεπυρήνισαν ἀστραπήν; πόθεν ἡ βαρβαρικὴ αὕτη καὶ πυκνὴ καὶ ἀθρόα κατερράγη θάλασσα, οὐ καλάμην σίτου κείρουσα καὶ τὸν στάχυν συμπατάσσουσα, οὐδὲ κληματίδας ἀμπέλου μαστίζουσα καὶ τὸν καρπὸν ἄωρον τεμαχίζουσα, οὐδὲ φυτῶν τὰ στελέχη τύπτουσα καὶ τοὺς κλάδους διασχίζουσα, ὃ πολλοῖς πολλάκις μέτρον ἐπλήρωσεν ἐσχάτης κακώσεως, ἀλλ’ ἀνθρώπων αὐτῶν οἰκτρῶς τὰ σώματα συναλήθουσα καὶ τὸ γένος ἅπαν πικρῶς ὀλοθρεύουσα; πόθεν ἢ πῶς τῶν τηλικούτων καὶ τοσούτων κακῶν ὁ τρυγίας, ὅ, τι μὴ μεῖζον εἰπεῖν, ἐξεχύθη ἐφ’ ἡμᾶς; Ἆρ’ οὐ διὰ τὰς ἁμαρτίας ἡμῶν ταῦτα πάντα ἦλθεν ἐφ’ ἡμᾶς; οὐκ ἔλεγχος ταῦτα καὶ ἀνάγραπτος θρίαμβος τῶν ἡμετέρων παραπτωμάτων; οὐχὶ δὲ καὶ τεκμηριοῖ τὸ τῶν παρόντων φοβερὸν τὰ τῶν μελλόντων φρικτὰ καὶ ἀδέκαστα δικαιωτήρια; οὐκ ἐλπὶς ἁπάντων ἡμῶν, μᾶλλον δὲ κοινὴ προκειμένη ὄψις, ἵνα μηδὲ τῆς συμφορᾶς τοῖς ἔπειτα πυρφόρος ἐκφύγῃ, μηκέτι μηδένα εἰς τὸ περιεῖναι ἐγκαταλειφθῆναι; Ὄντως ἐλασσονοῦσι φυλὰς ἁμαρτίαι καὶ ὡς ῥομφαία δίστομος πᾶσι τοῖς χρωμένοις αὐτῇ.