Πολλὴν γὰρ ὄνησιν ἔχει ἡ μετ᾽ αὐτῶν συνουσία. Καὶ μάρτυς Ἐλισσαιὲ ἄχρι τέλους προσκαρτερήσας τῷ Ἠλίᾳ, καὶ διπλῆς τῆς ἐπ᾽ αὐτῷ ἀξίας τετυχηκώς. «Συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται.» «Λαλεῖτε ἀνθρώποις δικαίοις.» «Λόγοις σοφῶν παράβαλε σὸν οὖς.» «Νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῦ.» «Ἐὰν ἴδῃς συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ σταθμοὺς αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου. Ἐν πλήθει πρεσβυτέρων στῆθι, καὶ εἴ τις σοφὸς, προσκολλήθητι αὐτῷ.» «Μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν παροιμίαις αὐτῶν ἀναστρέφου. »Ἄνδρες δίκαιοι ἔστωσαν οἱ σύνδειπνοί σου.» «Μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε. Ὃν ἂν ἴδῃς συντηροῦντα ἐντολὰς, δὸς ἐν τῇ ψυχῇ σου κατὰ τὴν ψυχὴν αὐτοῦ, καὶ ἐὰν πταίσῃς, συναλγήσει σοι.» «Πετεινὰ πρὸς τὰ ὅμοια καταλύει.» Ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας γράφωσιν, πυκνὰ πρὸς τὸ παράδειγμα βλέποντες, τῶν εἰκόνων τῶν ἐκείνων χαρακτῆρα πρὸς τὸ ἑαυτῷ σπουδάζουσιν μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον· οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενά τε καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν χρὴ, καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως.