Ὁ πονηρὸς ἑαυτῷ, τίνι ἀγαθός; Τέκνον, καθόσον ἔχεις, εὖ ποίει σεαυτῷ.» «Πονηρῷ ἐπ᾽ ἄρτῳ διαγογγύσει πόλις. ΤΙΤΛ. ΙΑʹ. —Περὶ φιλαιτίου καὶ φιλεγκλήμονος. »Ὁ ἐγκαλῶν ἀδίκως, οὐ διαφεύξεται.» «Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, ἵνα μή τι εἰς σὲ ἐργάσηται κακόν.» ΤΙΤΛ. ΙΒʹ. —Περὶ φθόνου καὶ ζήλου. «Ἐξῆλθον αἱ χορεύουσαι εἰς συνάντησιν Δαβὶδ, καὶ ἔλεγον· Ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαβὶδ ἐν μυριάσιν αὐτοῦ. Καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαοὺλ, καὶ εἶπεν· Τῷ Δαβὶδ ἔδωκαν τὰς μυριάδας, κἀμοὶ τὰς χιλιάδας. Καὶ ἦν Σαοὺλ ὑποβλεπόμενος τὸν Δαβὶδ ἀπὸ ἡμέρας ἐκείνης.» «Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ, μηδὲ ἐπιθυμήσῃς τῶν βρωμάτων αὐτοῦ. Ὃν τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει.» «Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.» «Σκληρὸς ὡς ᾅδης ζῆλος.» «Φθόνῳ τετηκότι οὐ συνοδεύσω, ὅτι οὗτος οὐ κοινωνεῖ σοφίᾳ.» «Βασκανία φαυλότητος ἀμαυροῖ τὰ καλά.» «Ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα;» «Ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας.» «Ἀπὸ τῶν ζηλούντων κρῦψον τὴν βουλήν σου.» «Τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστι πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ· καὶ ἐὰν εὖ ποιήσῃ ἐν λήθῃ, οὐχ ἑκὼν ποιεῖ· καὶ ἐπ᾽ ἐσχάτων ἐκφαίνεται τὴν κακίαν αὐτοῦ.» «Πᾶς ἁμαρτωλὸς, καὶ φθονερὸς, καὶ δίγλωσσος ἀτιμίαν ἕξει.» «