Ἑτέραν παρασκεύασον ἑστίασιν, τὴν μετὰ προθυμίας ἀκρόασίν μοι παρεχομένη, καὶ τὸν τῆς ἀδελφῆς μιμουμένη πόθον. Οὔτε οὖν τὴν φιλοξενίαν κωλύων ταῦτα ἔλεγεν· ἄπαγε· πῶς γάρ; ἀλλὰ τὸ μὴ δεῖν ἐν ἀκροάσεως καιρῷ περὶ ἕτερα ἠσχολῆσθαι. Τὸ δὲ λέγειν, Μὴ ἐργάζεσθε τὴν βρῶσιν τὴν ἀπολλυμένην, οὐ τοῦτό ἐστιν αἰνιττομένου, ὥστε δεῖν ἀργεῖν· καὶ γὰρ καὶ τοῦτο μάλιστα ἀπολλυμένη βρῶσίς ἐστι· (Πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία)· ἀλλ᾽ ὥστε ἐργάζεσθαι καὶ μεταδιδόναι. Τοῦτο γὰρ οὐκ ἀπολλυμένη βρῶσίς ἐστι λοιπόν. Εἰ δέ τις ἀργῶν γαστρίζοιτο καὶ τρυφῆς ἐπιμελοῖτο, οὗτος τὴν βρῶσιν ἐργάζεται τὴν ἀπολλυμένην· ὥσπερ εἴ τις ἐργαζόμενος τὸν Χριστὸν τρέφοι, καὶ ποτίζοι, καὶ ἐνδύοι, οὐδεὶς οὕτως ἀναίσθητος καὶ ἀμαθὴς, ὡς εἰπεῖν, ἀπολλυμένην βρῶσιν ἐργάζεσθαι τὸν τοιοῦτον, δι᾽ ἣν τῆς βασιλείας ἡ ἐπαγγελία τῆς μελλούσης καὶ τῶν ἀγαθῶν ἐκείνων. Αὕτη γὰρ μένει διηνεκῶς ἡ βρῶσις. Ἄλλως δὲ, καὶ τότε δὲ ἐπειδὴ τῆς μὲν πίστεως οὐδένα λόγον ἐποιοῦντο, οὐδὲ ἐσκόπουν μαθεῖν, τίς ὁ ταῦτα ἐργαζόμενος, καὶ ποίᾳ δυνάμει, ἓν δὲ μόνον ἐβούλοντο, γαστρίζεσθαι μηδὲν ποιοῦντες, τὴν τοιαύτην τροφὴν εἰκότως βρῶσιν ἀπολλυμένην ἐκάλεσεν. Ἔθρεψα ὑμῶν τὰ σώματα, φησὶν, ἵνα ἀπὸ τούτου τὴν ἑτέραν ἐπιζητήσητε τροφὴν, τὴν μένουσαν, τὴν τρέφουσαν ὑμῶν τὴν ψυχήν· ὑμεῖς δὲ πάλιν ἐπὶ τὴν γηΐνην τρέχετε.