Ὥσπερ γὰρ ἐπὶ τοῦ Νῶε ἐξαίφνης ἦλθεν ὁ κατακλυσμός, καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία αὐτοῦ. Αἰνίττεται δὲ διὰ τῶν ὑποδειγμάτων τούτων, τοῦ τε τῶν κατὰ τὸν κατακλυσμὸν ἀνθρώπων, καὶ τοῦ τῶν Σοδομιτῶν, ὅτι τοῦ Ἀντιχρίστου ἐλθόντος, τὰ τῶν ἀτόπων ἡδονῶν ἐπιθήσονται τοῖς ἀνθρώποις, καὶ λάγνοι ἔσονται, καὶ ἀθέσμοις ἡδοναῖς ἐκδεδωκότες, ὅπερ δὴ καὶ ὁ Ἀπόστολος εἶπεν, ὅτι ἐν ταῖς ἐσχάταις ἡμέραις ἔσονται οἱ ἄνθρωποι φιλήδονοι μᾶλλον, ἢ φιλόθεοι· καὶ εἰκότως ἐπὶ τῆς βασιλείας τοῦ πλάνου ἀνθήσει τὰ κακά· τῆς γὰρ πονηρίας καὶ πάσης ἁμαρτίας καταγώγιον ὢν ἐκεῖνος, τί ἄλλο ἐμπολιτεύεσθαι ποιήσειε τῇ ἐλεεινῇ τῶν τότε ἀνθρώπων γενεᾷ, ἢ πάντως τὰ οἰκεῖα αὐτῷ; ἐξ ἀκαθάρτου γὰρ τί καθαρισθήσεται; Ἔσονται οὖν τηνικαῦτα οἱ ἄνθρωποι ἐν πάσῃ τρυφῇ, ὥσπερ ἐπὶ τοῦ Νῶε, καὶ οὐδὲν δυσχερὲς ἐλπίσουσιν, ἀλλὰ καὶ ἀπιστήσουσιν, ἐάν τις αὐτοῖς περί τινων συμβησομένων δυσχερῶν λέγῃ, ὥσπερ καὶ οἱ ἐπὶ τοῦ Νῶε, καὶ οἱ ἐπὶ τοῦ Λώτ. «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά. Καὶ ὁ ἐν τῷ ἀγρῷ ὁμοίως, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. Μνημονεύετε τῆς γυναικὸς Λώτ. Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν, καὶ ὃς ἂν ἀπολέσῃ αὐτήν, ζωογονήσει αὐτήν.»