Ἡ τοίνυν εἰς τοσοῦτον τελειότητος προελθοῦσα, ἐπειδὴ ἔδει καὶ ταῖς παρθένοις ὑποδεῖξαι τοῦ νυμφίου τὸ κάλλος, οὐκ ἐκεῖνο λέγει ὃ ἦν ἐν ἀρχῇ (οὐδὲ γὰρ οἷόν τε ἦν δυνάμει λόγων φανερωθῆναι τὸ ἄρρητον), ἀλλὰ πρὸς τὴν διὰ σαρκὸς γενομένην ἡμῖν θεοφάνειαν χειραγωγεῖ τὰς παρθένους (ὅπερ δὴ καὶ ὁ μέγας Ἰωάννης πεποίηκεν, Ὃ μὲν ἦν ἀπ᾽ ἀρχῆς σιωπήσας, Ὃ δὲ ἑωράκαμεν καὶ ἀκηκόαμεν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ἀληθείας τοῦτο μετ᾽ ἐπιμελείας διηγησάμενος). φησὶν οὖν πρὸς αὐτὰς ἡ νύμφη· Ἀδελφιδός μου λευκὸς καὶ πυρρός, ἐκλελοχισμένος ἀπὸ μυριάδων. κεφαλὴ αὐτοῦ χρυσίον κεφάζ, βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ, οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων λελουμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα ὑδάτων. σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά, χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη, χεῖρες αὐτοῦ τορευταί, χρυσαῖ, πεπληρωμέναι θαρσεῖς, κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου, κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι, τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς. εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτός, ὡς κέδροι, φάρυγξ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία. οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες Ἰερουσαλήμ.