Ἐὰν γοῦν θελήσωμεν ὁλοψύχως ἀκολασίαν διαδρᾶσαι μωρίαν τε καὶ ἀδικίαν καὶ ἀδράνειαν, πονήσωμεν δὲ περὶ σωφροσύνης φρονήσεώς τε καὶ δικαιοσύνης καὶ ἀνδρείας, πάντως ἡ τούτων δότειρα σοφία κουφίσει τὸν πόνον καὶ δώσει βοήθειαν, ὅτι αὕτη τοὺς θεραπεύοντας αὐτὴν ἐκ πόνων ἐρρύσατο, ὡδήγησεν αὐτοὺς ἐν τρίβοις εὐθείαις, διότι «φθάνει», φησί, «τοὺς ἐπιθυμοῦντας» αὐτὴν πρὸ τοῦ γνωσθῆναι καὶ εὐκαίρως «θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν»· «ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει καὶ ὁ ἀγρυπνήσας δι’ αὐτὴν ταχέως ἀμέριμνος ἔσται, ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοὺς εὐμενῶς» καὶ «ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες “ἄμωμοι» ἐν ὁδῷ”, «βδέλυγμα» δὲ «Κυρίῳ ὁδοὶ διεστραμμέναι» καὶ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας» καὶ «ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ», «παντὶ δὲ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν», τῷ προαιρουμένῳ τὴν ζωήν, συνεργεῖ ὁ Θεός· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.