In Psalmum XV, 4—5 Ἀστερ.
〈Τὸ Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων〉 περὶ τῶν ἀποστόλων καὶ τῶν δι᾽ αὐτῶν πεπιστευκότων φησίν, καὶ τῶν ὑπὲρ τῆς εὐσεβείας μαρτυρησάντων· τούτων γὰρ τὰς συναγωγὰς οὐ μὴ συναγάγω ἐξ αἱμάτων. Ἐν τούτοις γὰρ ἀθληταὶ καὶ δόκιμοι καὶ τῆς ἀληθείας ἀπεδείχθησαν μάρτυρες. 〈Οὐδ᾽ οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.〉 Ἀρκεῖ γὰρ αὐτοῖς ὅτι τὰ ὀνόματα αὐτῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐπεὶ οὖν χείλη καὶ στόμα Χριστοῦ οἱ προφῆται καὶ εὐαγγελισταὶ καὶ ἀπόστολοι, οὐκ ἐπετράπησαν δὲ πολλῶν ἁγίων γράψαι ἢ φανερῶσαι ὀνόματα οὐδὲ μνησθῆναι, ἵνα μὴ ἀκηδιάσωσιν οἱ τὰς γραφὰς ἀναγινώσκοντες. Εἰ γὰρ νῦν ὀλίγων ὀνόματα ἀποναρκῶμεν πολλάκις ἀναγινώσκοντες, τίς ἂν ὑπέμεινεν ἀναγνῶναι τοσαῦτα ὀνόματα. Οὕτω ποῦ ὁ Παῦλος, μνημονεύων ἁγίων συνεργῶν, ἕνα ὀνομάσας, τοὺς ἄλλους παρεσιώπησεν, εἰπὼν περὶ δύο ἁγίων γυναικῶν Εὐοδίας καὶ Συντύχης· 〈Ναὶ ἐρωτῶ καὶ σέ, σύζυγε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.〉 Καὶ ἕνα ὀνομάσας, τῶν ἄλλων οὐκ εἶπεν τὰ ὀνόματα, ἵνα μὴ ἀποκάμωσιν οἱ τὴν ἐπιστολὴν ἀναγινώσκοντες.