Ἔργον
Ἀστέριος Ἀμασείας – Ὁμιλία θ΄ (Νόθος)
Σύνοψη των ιαμάτων και τελική δοξολογία
Σύντομη μνεία στις ιάσεις που επιτελεί ο άγιος και κατακλείδα της ομιλίας με δοξολογία προς τον Θεό.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Σύνοψη των ιαμάτων και τελική δοξολογία
Σύντομη μνεία στις ιάσεις που επιτελεί ο άγιος και κατακλείδα της ομιλίας με δοξολογία προς τον Θεό.
Τὰς δὲ συνεχῶς ἐπὶ τούτοις συμβαινούσας εὐεργεσίας διὰ τῶν ἐν ὀνείρασιν ὄψεων καὶ διὰ τῶν θεραπειῶν, ὧν οἱ κάμνοντες ἀπολαύουσι, πῶς ἄν τις καὶ διηγήσαιτο ἀδυνάτου καθεστῶτος ταῖς καθ’ ἕκαστον ἐνεργείαις ἐπαφεῖναι τὸν λόγον;
Ἡμεῖς τοίνυν ἐνταῦθα λήξαντες δόξαν τῷ Σωτῆρι Θεῷ προσοίσομεν, οὗ δοῦλοι πιστοὶ τοσαύτης ἠξιώθησαν χάριτος, ὥστε πρὸς πᾶσαν χρείαν καὶ περίστασιν κατὰ τὴν δοθεῖσαν αὐτοῖς δωρεὰν τοὺς ὁμοδούλους εὐεργετεῖν. Καὶ ταῦτα μετὰ τὴν ἐνθένδε ἄφιξιν καὶ τὸν τοῦ σώματος χωρισμόν· ὧν ἡ μνήμη μετὰ τοῦ ἔργου καθ’ ἡμέραν διατρέχει πόλεις καὶ κώμας πανταχοῦ τὸν εὐεργέτην κηρύσσουσα Κύριον, ᾧ πρέπει πᾶσα τιμὴ καὶ κράτος, μεγαλοσύνη τε καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔