Ἔργον
Μέγας Αθανάσιος – Σχόλια εἰς Ἰώβ
Η κατάργηση της διαβολικής απάτης δια της ελεύσεως του Σωτήρος
Αλληγορική ερμηνεία της τελικής ήττας του διαβόλου και της αποκάλυψης των μεθοδειών του μέσω της ενανθρωπήσεως του Χριστού.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Η κατάργηση της διαβολικής απάτης δια της ελεύσεως του Σωτήρος
Αλληγορική ερμηνεία της τελικής ήττας του διαβόλου και της αποκάλυψης των μεθοδειών του μέσω της ενανθρωπήσεως του Χριστού.
Παρὰ πάπυρον, καὶ κάλαμον, καὶ βούτομον. Τάχα δὲ διὰ τοῦ καλάμου καὶ τοῦ παπύρου τὴν εὐτέλειαν καὶ τὴν πενίαν τοῦ διαβόλου αἰνίττεται ἡ Γραφή. Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκεαι. Ἀθανάσιος. Πάλαι μὲν οὖν πολὺς ἦν ὁ ἐχθρὸς πανουργευόμενος κατὰ τῶν ἀνθρώπων, καὶ φαντασίαις αὐτοῦ πολλοὺς ἠπάτα, καὶ δυσχερὴς ἦν ἡ τῆς ἀπάτης αὐτοῦ κατάληψις· ὥστε καὶ τὸ πνεῦμα λέγειν περὶ αὐτοῦ· Τίς ἀποκαλύψει πρόσωπον ἐνδύματος αὐτοῦ; καὶ τὰ ἑξῆς. Οὐ γὰρ ὅπερ ἦν, τοῦτο καὶ ἐφαίνετο, ἀλλὰ πρὸς ὃ ἐπανουργεύετο, πρὸς τοῦτο καὶ ἐφαντασίου ἑαυτόν. Διὰ τοῦτο καὶ πολλοὶ ἠπατῶντο ὑπ᾽ αὐτοῦ· ὅτε δὲ ἐπεδήμησεν ὁ Σωτὴρ, τότε ἡ πᾶσα φαντασία αὐτοῦ ἐδειγματίσθη· ἃ γὰρ ἠγνοεῖτο πάλαι ποιῶν, ταῦτα τῇ χάριτι τοῦ Χριστοῦ γινώσκεται, καὶ ἐν οἷς ἠπάτα πάλαι τοὺς ἀνθρώπους, ἐν τούτοις ὑπ᾽ αὐτῶν καταπατεῖται. Πάσης γὰρ διαβολικῆς ἐπιθέσεως καὶ μανίας δαιμόνων ἰσχυροτέρα ἡ πίστις.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔