Ἔργον
Μέγας Βασίλειος – Ἐπιτίμια εἰς κανονικάς
Επιτίμια θ'-ιε': Απείθεια, γογγυσμός και αυθαιρεσία
Πειθαρχικές διατάξεις για απείθεια, γογγυσμό, αυθαίρετες πράξεις και καλλωπισμό των κανονικών.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Επιτίμια θ'-ιε': Απείθεια, γογγυσμός και αυθαιρεσία
Πειθαρχικές διατάξεις για απείθεια, γογγυσμό, αυθαίρετες πράξεις και καλλωπισμό των κανονικών.
θʹ Ἥτις ἀντέχεται τῆς ἐπικαταγινωσκομένης ἐπὶ πταίσματι παρὰ τῶν μετὰ δοκιμασίας οἰκονομεῖν καὶ διατυποῦν πεπιστευμένων, συναφοριζέσθω ἐκείνῃ ᾗ ἀντέχεται ἑβδομάδας δύο. ιʹ Ἥτις τινὶ τῶν ἔξωθεν ἐπεισερχομένων ὁμιλήσει, πρὶν ἐπιτραπῇ παρὰ τῆς τὴν φροντίδα ἐμπεπιστευμένης ἐν πάσῃ ἐξουσίᾳ εὐταξίας, ἀφοριζέσθω ἑβδομάδα μίαν.
ιαʹ Ἥτις εὑρίσκοιτο γογγύζουσα ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν, ἢ ἐν τῷ καμάτῳ τῶν ἔργων, ἀφοριζέσθω ἑβδομάδα μίαν. ιβʹ Ἡ ἀντιπίπτουσα τῷ προστάγματι τῶν πεπιστευμένων τὴν φροντίδα ἀφοριζέσθω ἑβδομάδα μίαν.
ιγʹ Ἡ καταφρονητικῶς, μετὰ δῆθεν ἡσυχίας μὴ πληροῦσα τὸ ἐπίταγμα ἀφοριζέσθω ἑβδομάδα μίαν. ιδʹ Ἡ θέλουσα καλλωπίζεσθαι, μετὰ μίαν καὶ δευτέραν νουθεσίαν, ἐπὶ τοῦ προεστῶτος ἐλεγχέσθαι. ιεʹ Ἡ ἄνευ γνώμης τῶν πεπιστευμένων τὴν φροντίδα εἰς μητέρα ἢ εἰς ἀδελφὴν ἀπελθοῦσα, ἀφοριζέσθω ἑβδομάδα μίαν.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔