Ἔργον
Κλήμης Ῥώμης – Ἀναγνωρίσεις (Νόθος)
Αναίρεση της θεωρίας των επτά αστρικών κλιμάτων
Η άποψη ότι οι πλανήτες εξουσιάζουν τα επτά κλίματα της γης απορρίπτεται μέσω της διαπίστωσης ποικίλων και μεταβλητών νόμων εντός της ίδιας κλιματικής ζώνης.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Αναίρεση της θεωρίας των επτά αστρικών κλιμάτων
Η άποψη ότι οι πλανήτες εξουσιάζουν τα επτά κλίματα της γης απορρίπτεται μέσω της διαπίστωσης ποικίλων και μεταβλητών νόμων εντός της ίδιας κλιματικής ζώνης.
Ἀλλ᾽ ἑπτὰ ὄντων 〈τῶν〉 τῇ γενέσει ἡμῶν ἀνακειμένων ἀστέρων, εἰς ἑπτὰ λέγομεν κλίματα τὴν γῆν διαιρεῖσθαι, καὶ ἄρχεσθαι ἕκαστον κλίμα ὑφ᾽ ἑνὸς τῶν ἀστέρων, καὶ πρὸς τὰς ἐκείνων συμπλοκὰς ἄγεσθαι καὶ ἀποτελεῖσθαι τοὺς ἀρχομένους· ὅπερ νόμον τινὲς τὴν τοῦ ἄστρου ἐνέργειαν λέγουσιν.
Καὶ πῶς, εἰ ἑπταχῶς διαιρεῖται ἡ οἰκουμένη, ἐν μιᾷ μερίδι πολλοὺς καὶ διαφόρους νόμους εὑρίσκομεν; καὶ οὔτε ἑπτὰ μόνον κατὰ τοὺς ἀστέρας οὔτε δὶς ἓξ κατὰ τοὺς ζῳδιακούς, οὐδ᾽ αὖ πάλιν τριάκοντα ἓξ κατὰ τοὺς δεκανούς, ἀλλὰ μυρίοι μνημονεύονται νόμοι, πάλαι ἀμειφθέντες καὶ νῦν ὑπάρχοντες. πῶς δὲ ἐν ταὐτῷ τμήματι τοὺς ἀνθρωποβόρους Ἰνδοὺς καὶ τοὺς ἐμψύχων καὶ θοίνης ἁπάσης ἀπεχομένους Βραχμανοὺς οἰκοῦντας ὁρῶμεν; πῶς δὲ οἱ ἐν Βαβυλῶνι, ὅποι δ᾽ ἂν γίνωνται, τῇ μιαιγαμίᾳ τῶν ὁμαίμων παροινοῦσιν; (Καὶ πολὺς ὁ λόγος περὶ Λογγοβάρδων καὶ Νόρων καὶ Γάλλων τῶν ἑσπερίων τῶν Ἑρμαϊκῆς καὶ Κρονικῆς ἀμοιρούντων ἐπιστήμης τῶν ἄστρων.) πόσοι βασιλεῖς καὶ ἄρχοντες παρήγαγον τοὺς κακῶς κειμένους νόμους, αὐτοὶ τὸ δοκοῦν νομοθετοῦντες, ἢ αὖ πάλιν τοὺς κρείττονας οἱ ἐναντίοι ἀπώσαντο, ὑπ᾽ οὐδενὸς τῶν ἄστρων πρὸς τὰ αἱρεθέντα εἰργόμενοι; ἓν δὲ φάναι βούλομαι, ὃ καὶ τῶν ἀπίστων πάντως ἀπορράψει τὰ στόματα.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔