Τί οὖν; ἤθελες τὸν ἐλθόντα ἐπὶ σωτηρίᾳ πρόξενον ἀπωλείας γενέσθαι, διὰ τὸ μὴ φέρειν τοὺς ἀνθρώπους, ἢ συμμετρῆσαι τὴν χάριν; Δανιὴλ οὐκ ἤνεγκεν ὀπτασίαν ἀγγέλου, καὶ σὺ δεσπότου τῶν ἀγγέλων θέαν ἐχώρεις; Γαβριὴλ ἐφάνη καὶ πέπτωκε Δανιήλ. καὶ ποταπὸς ἦν ὁ φαινόμενος ἢ ποίῳ σχήματι; τὸ πρόσωπον αὐτοῦ ὡς ἀστραπὴ ἦν, οὐχ ὡς ὁ ἥλιος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, οὐχ ὡς κάμινος πυρός, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου, οὐχ ὡς δώδεκα λεγεώνων ἀγγέλων. καὶ ὅμως ἔπεσεν ὁ προφήτης. καὶ προσέρχεται ὁ ἄγγελος λέγων· μὴ φοβοῦ, Δανιήλ. ἀνάστηθι, ἔνθυμος γενοῦ· εἰσηκούσθησαν οἱ λόγοι σου. καί φησιν ὁ Δανιήλ· ἀνέστην ἔντρομος. καὶ οὐδὲ οὕτως ἀπεκρίνατο, ἕως ὅτε ἥψατο αὐτοῦ ὁμοίωσις χειρὸς ἀνθρώπου. καὶ ὅτε μετεβλήθη εἰς ὀπτασίαν ἀνθρώπου ὁ φανείς, τότε λαλεῖ ὁ Δανιήλ. καὶ τί φησι; κύριε, ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. εἰ ἄγγελος φαινόμενος ἐξεῖλε τὴν φωνὴν τοῦ προφήτου καὶ τὴν ἰσχύν, τὸ τὸν θεὸν φανῆναι συνεχώρει τὴν πνοήν; καὶ ἕως ὅτου, λέγει ἡ γραφή, ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, οὐκ ἐθάρσησε Δανιήλ. πείρας τοίνυν τῆς ἀσθενείας τῆς ἡμετέρας δειχθείσης ἀνέλαβεν ὁ κύριος τοῦτο ὅπερ ἐπεζήτει ὁ ἄνθρωπος.