Ἔργον
Κύριλλος Ἱεροσολύμων – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου (Νόθος)
Το παράδοξο της Θείας Οικονομίας
Θεολογική προσέγγιση της συγκαταβάσεως του Χριστού, ο οποίος εμφανίζεται ταυτόχρονα ως βρέφος και δημιουργός, προσφέρων και προσφερόμενος.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Το παράδοξο της Θείας Οικονομίας
Θεολογική προσέγγιση της συγκαταβάσεως του Χριστού, ο οποίος εμφανίζεται ταυτόχρονα ως βρέφος και δημιουργός, προσφέρων και προσφερόμενος.
Βρέφος βλέπω καὶ θεόν μου γνωρίζω, βρέφος θηλάζον καὶ τὸν κόσμον διατρέφον, βρέφος κλαυθμυρίζον καὶ κόσμῳ ζωὴν καὶ χαρὰν χαριζόμενον, βρέφος σπαργανούμενον καὶ τῶν σπαργάνων με τῆς ἁμαρτίας λυτρούμενον, βρέφος ἐν ἀγκάλαις μητρὸς μετὰ σαρκὸς ἀληθῶς ἀνελλιπῶς ἐπὶ γῆς, καὶ αὐτὸν καὶ ἐν κόλποις τοῦ πατρὸς ἀληθῶς καὶ ἀνελλιπῶς ἐν οὐρανοῖς.
Βρέφος βλέπω ἐκ Βηθλεὲμ εἰς Ἱερουσαλὴμ εἰσερχόμενον καὶ τῆς ἄνω Ἱερουσαλὴμ οὐδαμῶς χωριζόμενον. βρέφος βλέπω νομικῶς τῷ ναῷ θυσίαν προσάγων ἐπὶ γῆς, ἀλλ᾽ αὐτὸ τὰς πάντων εὐσεβεῖς θυσίας δεχόμενον ἐν οὐρανοῖς, αὐτὸν ἐν ἀγκάλαις τοῦ πρεσβύτου οἰκονομικῶς καὶ αὐτὸν ἐν θρόνοις χερουβικοῖς θεοπρεπῶς, αὐτὸν προσφερόμενον καὶ ἁγνιζόμενον καὶ αὐτὸν τὰ πάντα ἁγνίζοντα καὶ καθαίροντα. αὐτὸς τὸ δῶρον καὶ αὐτὸς ὁ ναὸς ὤν. αὐτὸς ὁ ἀρχιερεὺς καὶ αὐτὸς τὸ θυσιαστήριον, αὐτὸς τὸ ἱλαστήριον [καὶ αὐτὸς ὁ πρεσβεύων]. καὶ αὐτὸς ὁ προσφέρων καὶ αὐτὸς ὁ ὑπὲρ κόσμου θυσία προσφερόμενος, καὶ αὐτὸς τὰ ξύλα τῆς ζωῆς καὶ τῆς γνώσεως, αὐτὸς ὁ ἀμνὸς καὶ αὐτὸς τὸ πῦρ ὑπάρχων. αὐτὸς ἡ ὁλοκαύτωσις καὶ αὐτὸς ἡ μάχαιρα τοῦ πνεύματος. αὐτὸς ὁ ποιμὴν καὶ αὐτὸς τὸ ἀρνίον. αὐτὸς ὁ θύτης καὶ αὐτὸς ὁ θυόμενος. αὐτὸς ὁ ἀναφερόμενος καὶ αὐτὸς ὁ τὴν θυσίαν δεχόμενος. αὐτὸς ὁ νόμος καὶ αὐτὸς ὁ νῦν ὑπὸ νόμον γινόμενος.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔