Τὸ δὲ, «Ἢ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι;» Μὴ εἶπεν, ὅτι πονηροὶ οἱ ἅγιοι, ἀλλὰ μή τι πονηροί ἐστε, ὅτι ἐγὼ ἀγαθός εἰμι; Ἀληθῶς γὰρ ἀγαθὸς ἐξ ἀγαθοῦ· οὐ κατὰ τὸ ἔργον καὶ ὁ μισθός· ὀλίγον γὰρ τὸ ἔργον, πολὺς δὲ ὁ μισθός. Ποτήριον ὕδατος ἐπότισας διψῶντα, καὶ ἀπολαμβάνεις «ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς οὐκ ἤκουσεν·» ὁρᾷς ὅτι ἀγαθός ἐστιν· τὸ δὲ ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων, ἐπειδὴ ἔσονται οἱ πρῶτοι ἔσχατοι· καὶ «Καλέσω τὸν λαόν μου, λαόν μου.» Καὶ πάλιν, «Ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ πᾶς Ἰσραὴλ σωθήσεται,» ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾦ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.