Ἔργον
Κύριλλος Ἀλεξανδρείας – Εἰς τὸν Ἰεζεκιήλ (ἐν ταῖς σειραῖς)
Η αλληγορία του κέδρου και ο παλαιός νόμος
Σχόλια στην προφητεία για τον Εμμανουήλ ως κέδρο, καθώς και θεώρηση των σκιωδών προσταγμάτων του νομικού γράμματος.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Η αλληγορία του κέδρου και ο παλαιός νόμος
Σχόλια στην προφητεία για τον Εμμανουήλ ως κέδρο, καθώς και θεώρηση των σκιωδών προσταγμάτων του νομικού γράμματος.
Κέδροις μὲν ἀπεικάζει ταῖς ὑψηλαῖς καὶ εὐκοσμοτάταις τοὺς ἐξ Ἰσραὴλ, ἐν οἷς τὸ ἐπίλεκτον, καὶ οἱονεί τις καρδία γέγονεν ὁ μακάριος Δαβὶδ, ἐξ οὗ λαβὼν ὁ Θεὸς καὶ Πατὴρ κατεφύτευσε τὸν Ἐμμανουὴλ, ὃς καὶ εἰς κέδρον ἀνέστη μεγάλην, καὶ εἰσεδέξατο πάντας εἰς ἰδίαν σκιάν· ἔγνω τε λοιπὸν ἡ ὑφήλιος σύμπασα τὴν τοῦ πάντα ἰσχύοντος Θεοῦ δύναμίν τε καὶ ἐξουσίαν. Τεταπείνωκε γὰρ τὸ ξύλον τὸ ὑγρὸν, φῦναι δὲ καὶ ἀναβλαστῆναι παρεσκεύασε τὸ ξύλον τὸ ξηρὸν, τουτέστιν ἐξ ἐθνῶν Ἐκκλησίαν, ταῖς τοῦ διαβόλου πλεονεξίαις κατευανθέν (ita cod.). <Καὶ ἐγὼ ἔδωκα αὐτοῖς προστάγματα οὐ καλά.> (Cat. 210. b.) Ὅσον μὲν γὰρ ἧκεν εἰς θεωρίαν πνευματικὴν, ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. Ὅσον γε μὲν εἰς τὴν τοῦ πράγματος εἰκαιότητα, καὶ μόνην τὴν ἐν σκιαῖς λατρείαν, οὐ καλὰ τὰ προστάγματα, ἀλλ᾽ οὐδὲ ζωῆς τῆς αἰωνίου πρόξενα. Δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ, κατὰ τὸ γεγραμμένον. <Ἰδοὺ τὸ γάλα κατεσθίετε.> (Cat. f. 224.) Ἐξαιτοῦντες γὰρ κατὰ τὸν νόμον δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια, καὶ ταῖς ἐκ λαῶν δωροφορίαις ἐντρυφῶντες ἀσώτως, οὐδένα τῆς σωτηρίας αὐτῶν ἐποιοῦντο λόγον. <Καὶ οὐχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε; (Cat. f. 224. b.)
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔