Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὴν παρουσίαν τοῦ κυρίου
Η θεία οργή και οι κοσμικές καταστροφές
Η εκδήλωση της οργής του Θεού ως συνέπεια της επικράτησης του Αντιχρίστου, η οποία επιφέρει ξηρασία, λιμούς, σεισμούς και τον μαρασμό της κτίσεως.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Η θεία οργή και οι κοσμικές καταστροφές
Η εκδήλωση της οργής του Θεού ως συνέπεια της επικράτησης του Αντιχρίστου, η οποία επιφέρει ξηρασία, λιμούς, σεισμούς και τον μαρασμό της κτίσεως.
Τούτων οὕτως γινομένων καὶ τῶν λαῶν προσκυνούντων αὐτὸν καὶ αἰνούντων ὡς θεόν, ἡμέραν ἐξ ἡμέρας ἀγανακτεῖ ὁ Ὕψιστος ἐν τοῖς οὐρανοῖς καὶ ἀποστρέφει τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ αὐτοῦ, καὶ λοιπὸν γίνονται λιμοὶ χαλεποί, λοιμοὶ ἐπιμένοντες, σεισμοὶ ἀκατάπαυστοι, πεῖνα πανταχοῦ, θλῖψις μεγάλη, στενοχωρία πανταχοῦ, θάνατοι ἀκατάπαυστοι καὶ φόβος φοβερὸς καὶ τρόμος ἀμύθητος. Τότε οἱ οὐρανοὶ οὐκέτι βρέχουσιν, ἡ γῆ οὐκέτι καρποφορεῖ, αἱ πηγαὶ ἐκλείπουσιν, οἱ ποταμοὶ ξηραίνονται, βοτάνη οὐκέτι φύεται, χλόη οὐκέτι ἀνατελεῖ, τὰ δένδρα ἀπὸ ῥιζῶν ψύχονται καὶ οὐκέτι βλαστάνουσιν. Οἱ ἰχθύες τῆς θαλάσσης καὶ τὰ κήτη ἐν αὐτῇ τελευτῶσι, καὶ οὕτως, φησίν, δυσωδίαν λυμινὴν ἀναπέμπει ἡ θάλασσα καὶ ἦχον φοβερόν, ὥστε ἐκλείπειν καὶ ἀποθνῄσκειν τοὺς ἀνθρώπους ἀπὸ τοῦ φόβου.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔