Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τὸ πάθος τοῦ Σωτῆρος
Καταληκτήρια ευχαριστία, δοξολογία και ικεσία
Προσευχή προσκυνήσεως και ευχαριστίας για τη σταυρική θυσία, δοξολογία και θερμή δέηση για τη σωτηρία κατά την ημέρα της φοβερής κρίσεως.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Καταληκτήρια ευχαριστία, δοξολογία και ικεσία
Προσευχή προσκυνήσεως και ευχαριστίας για τη σταυρική θυσία, δοξολογία και θερμή δέηση για τη σωτηρία κατά την ημέρα της φοβερής κρίσεως.
Προσκυνῶ σε, Δέσποτα, εὐλογῶ σε, ἀγαθέ, ἱκετεύω, ἅγιε, προσπίπτω, φιλάνθρωπε, καὶ δοξάζω σε, Χριστέ, ὅτι σὺ μονογενὴς Δεσπότης τῶν ἁπάντων, μόνος ἀναμάρτητος, ὑπὲρ τοῦ ἁμαρτωλοῦ ἐμοῦ τοῦ ἀναξίου θανάτῳ παρεδόθης, θανάτῳ δὲ σταυροῦ, ἵνα ἐλευθερώσῃς ψυχὴν τοῦ ἁμαρτωλοῦ τῶν δεσμῶν ἁμαρτιῶν.
Καὶ τί σοι ἀποδώσω περὶ τούτων, Δέσποτα; Δόξα σοι, φιλάνθρωπε. Δόξα σοι, ἐλεῆμον. Δόξα σοι, μακρόθυμε. Δόξα σοι, συγχωρητὰ πάντων παραπτωμάτων. Δόξα σοι, ὁ κατελθὼν σῶσαι τὰς ψυχὰς ἡμῶν. Δόξα σοι, ὁ σαρκωθεὶς ἐν μήτρᾳ τῆς Παρθένου. Δόξα σοι, ὁ δεσμευθείς. Δόξα σοι, ὁ μαστιχθείς. Δόξα σοι, ὁ ἐμπαιχθείς.
Δόξα σοι, ὁ σταυρωθείς. Δόξα σοι, ὁ [καὶ] ταφείς. Δόξα σοι, ὁ ἐγερθείς. Δόξα σοι, ὁ κηρυχθείς. Δόξα σοι, ὁ πιστευθείς. Δόξα σοι, ὁ ἀναληφθείς. Δόξα σοι, ὁ καθεσθεὶς μετὰ δόξης μεγάλης ἐκ δεξιῶν τοῦ Πατρός, καὶ πάλιν ἐρχόμενος μετὰ δόξης τοῦ Πατρὸς καὶ ἁγίων Ἀγγέλων κρῖναι ἅπασαν ψυχὴν τὴν ἀθετήσασαν ἅγιά σου παθήματα ἐν τῇ ὥρᾳ ἐκείνῃ τῇ φρικτῇ καὶ φοβερᾷ, ὅταν σαλευθήσονται αἱ δυνάμεις τῶν οὐρανῶν, ὅταν ἔρχωνται ὁμοῦ Ἄγγελοι, Ἀρχάγγελοι, Χερουβεὶμ καὶ Σεραφεὶμ μετὰ φόβου καὶ τρόμου ἔμπροσθεν τῆς δόξης σου, ὅταν τρέμωσι πάλιν τὰ θεμέλια τῆς γῆς καὶ φρίσσει πᾶσα πνοὴ ἀπὸ τῆς ἀνεικάστου δόξης σου τῆς μεγάλης. Ἐν τῇ ὥρᾳ ἐκείνῃ κρύψει με ἡ χάρις σου ὑπὸ τὰς πτέρυγας αὐτῆς, καὶ ῥυσθῇ μου ἡ ψυχὴ ἐκ τοῦ φοβεροῦ πυρὸς καὶ βρυγμοῦ τῶν ὀδόντων καὶ σκότους ἐξωτέρου καὶ κλαυθμοῦ αἰωνίου, ἵνα λέγω εὐλογῶν· δόξα τῷ θελήσαντι σῶσαι τὸν ἁμαρτωλόν, διὰ πολλοὺς οἰκτιρμοὺς τῆς αὑτοῦ εὐσπλαγχνίας.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔