Ἔργον
Ἐφραίμ ὁ Σύρος – Λόγος εἰς τοὺς κεκοιμημένους πατέρας
Προτροπή προς μίμηση του ασκητικού βίου
Κάλεσμα προς τους πιστούς για οικείωση των δωρεών των οσίων και επίκληση της θείας χάριτος για την περιγραφή της πολιτείας τους.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Προτροπή προς μίμηση του ασκητικού βίου
Κάλεσμα προς τους πιστούς για οικείωση των δωρεών των οσίων και επίκληση της θείας χάριτος για την περιγραφή της πολιτείας τους.
Κλίνατέ μοι ἀκοάς, ἀκούσατε τὴν ὥραν, ἵνα διηγήσωμαι πολιτείαν πατέρων οἰκούντων τὴν ἔρημον. Συνάξατε ἔννοιαν μέσον τῆς ἐρημίας, κἀκεῖ θεασόμεθα θαῦμα καὶ δόξαν. Ἐν ῥιπῇ ἀπέλθωμεν, τύπους διαγράψωμεν ἀγαθοὺς καὶ θαυμαστοὺς τῆς αὐτῶν πολιτείας. Ὁ γὰρ πόθος αὐτῶν πολύ με ἀναγκάζει, ἵνα ἀπελθὼν λάβω ἐκ τῶν αὑτῶν θησαυρῶν. Βίος αὐτῶν φοβεῖ με κρύφα αὐτοῖς προσελθεῖν· τοῦτο δὲ αὐτῶν ἐστι, τὸ προσελθεῖν με αὐτοῖς ῥοπήν· ὅταν κλίνωσι γόνυ εἰς τὸ εὔξασθαι, δύνανταί με ποιῆσαι, σαθρὸν ὄντα, ἑδραῖον· ὅταν χεῖρας τείνωσιν αἴροντες εἰς οὐρανόν, ὀρθοῦταί μου ὁ λόγος, ὅπως πιστῶς ὑμνήσω· ὅταν λιτανεύωσι, τότε ἐμοὶ ἔννοια ἐπέστη καὶ ἐχάρη τῇ αὑτῶν πρᾳότητι· ὁμοίως ἡ γλῶσσά μου τῇ αὑτῶν πολιτείᾳ. Ἓν δὲ νέφος δακρύων ἐκχεύσας εἷς ἐξ αὐτῶν ὑπὲρ ἐμῶν πταισμάτων, εὐθέως εἰσηκούσθη.
Αὐτῷ Χριστῷ ἔοικαν ἅγιοι ἐκεῖνοι, καὶ ἐξ αὐτοῦ κέκτηνται οἴκους οἱ ἐν ἐρήμῳ. Οὐ γὰρ κωλύει ποτὲ τοὺς ἀγαθοὺς θησαυροὺς ἀπὸ τῶν ἐρχομένων ἐνάτην ἢ ἑνδεκάτην. Ἀλλὰ πρῶτον δίδωσιν ὡς ἀγαθὸς δεσπότης τὸν μισθὸν τῷ ἐργάτῃ τῷ ἐν ἑνδεκάτῃ ὥρᾳ ἐργασαμένῳ ἐν τῷ ἀμπελῶνι. Προθύμως ἀνέῳκται θησαυρός, καὶ ὁ πλοῦτος δέδοται τοῖς θέλουσι προσελθεῖν στολισθῆναι τὴν δόξαν, ἥνπερ ἔχουσιν αὐτοὶ ἀεὶ ἐστολισμένοι, πάλιν δὲ ἀναλαβεῖν τύπους καλοὺς ἐνδόξους καὶ μιμητὰς γενέσθαι τῆς τούτων πολιτείας.
Εἴ τις πάλιν σπουδάσει ἀπελθεῖν στολισθῆναι στολὴν ἥνπερ ἔχουσι, πλουτεῖ πλοῦτον ἐκείνων. Κἄν τις μείνῃ παρ᾽ αὐτοῖς, εὐθὺς ἄρχεται δωρεῖσθαι τοῖς αἰτοῦσι δεήσεις, καθὼς αὐτοὶ δωροῦνται ἅπασι τοῖς αἰτοῦσι, καὶ πᾶσι παρέχουσιν ἅπερ αὐτοὶ κέκτηνται. Προσελθόντες λάβωμεν καλὴν δόσιν παρ᾽ αὐτῶν, εὐχὴν ὁμοῦ καὶ τρυφήν· λάβωμεν τὴν ἀγάπην αὐτῶν οὖσαν ἔνδοξον, ὑπὲρ λίθον τίμιον καὶ σμάραγδον ἔνδοξον· καὶ ἀντὶ μαργαριτῶν λάβωμεν αὐτῶν τὴν πίστιν.
Ἡ ἔνδοξος δύναμις, δι᾽ ἣν αὐτοὶ πλάζονται ἐν ὄρεσι καὶ βουνοῖς καὶ σπηλαίοις καὶ ὀπαῖς, παράσχου μοι δύναμιν, ἑδρασμὸν τῆς γλώσσης μου, μὴ ἡττηθῆναι φράσαι τὴν τούτων πολιτείαν, καὶ μὴ ἐκλιπεῖν ὅλως φαιδρὸν αὐτῶν ἀγῶνα.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔