Ἔργον
Ἐφραίμ ὁ Σύρος – Περὶ τῶν ἁγίων τόπων
Εναπόθεση των αγαθών έργων στους ουράνιους θησαυρούς
Εισαγωγική προτροπή για τη συγκέντρωση των καρπών των αρετών στα ουράνια ταμεία.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Εναπόθεση των αγαθών έργων στους ουράνιους θησαυρούς
Εισαγωγική προτροπή για τη συγκέντρωση των καρπών των αρετών στα ουράνια ταμεία.
Περὶ τῶν μακαρίων τόπων Ταύτας τὰς ἐντολὰς ποιοῦντες προπέμψωμεν ἐκεῖ τοὺς καρποὺς αὐτῶν. Ταῦτα, ἀγαπητοί, ὧδε μὲν ἐπιτελοῦνται, ἐκεῖ δὲ προλαμβάνουσιν. Ταῦτα, ἀδελφοί, ὧδε μὲν φαίνονται μικρά, ἐκεῖ δὲ ἑτοιμάζουσι μισθὸν μέγαν καὶ ἀνείκαστον.
Ἐκεῖ προλαμβάνει πᾶσα ἐντολὴ ἐκδεχομένη τὸν ποιήσαντα αὐτήν. Ἐκεῖ ἐντολὴ καὶ πρᾶξις ἀγαθή, εἴτε μικρὰ εἴτε μεγάλη, ἀπέρχεται, καὶ ἀποτίθεται εἰς τὰ οὐράνια ταμιεῖα, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύσσουσιν.
Ἐκεῖ σπουδάσωμεν προπέμψαι τὴν ἀγαθὴν ἐργασίαν τῶν πράξεων, ἵνα ὅταν ἀπαλλαγῶμεν τούτου τοῦ πολυστενάκτου βίου, θαρροῦντες καὶ χαίροντες ἐκεῖ ἀπέλθωμεν, καὶ προσδοκῶντες τὴν ἐπὶ τῶν νεφελῶν ἀπάντησιν, καὶ ἀξιωθῶμεν εἰσελθεῖν, ὅπου καὶ πάντες οἱ Ἅγιοι ἐν μεγάλῃ χαρᾷ βασιλεύουσι, παρακαλοῦντες ὑπὲρ ἡμῶν τὸν Δεσπότην, ὅπως ἀξιωθῶμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν χαρὰν τὴν ἀνεκλάλητον, τὴν ἀνείκαστον, τὴν ἀνεκδιήγητον, εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι· ὅπου οἱ χοροὶ καὶ τὰ τάγματα τῶν δικαίων.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔