قاری

کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔

براہِ راست کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب تلاش کریں۔

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Περὶ τοῦ παρόντος βίου

Ἐφραίμ ὁ Σύρος

Η ματαιότητα του κόσμου και η αξία της ψυχής

Προτροπή για την αποφυγή της προσκόλλησης στα φθαρτά και υπενθύμιση της ματαιότητας των εγκοσμίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 3

Περὶ ὧν ἔχει ὁ βίος Ἐννοήσωμεν, ἀδελφοί, ὅτι οὐδὲν ἡμᾶς ὠφελήσει τὰ πέρατα τοῦ κόσμου ἐν τῇ ἡμέρᾳ τῆς ἀπολογίας ἡμῶν· καὶ μὴ διὰ τὰ μηδαμινὰ καὶ φθαρτὰ πράγματα ζημιωθῶμεν τὴν μακαρίαν ἐκείνην τρυφὴν τοῦ παραδείσου καὶ τὰ μηδέποτε παρερχόμενα ἀγαθά, ἅπερ οὐ δύναται στόμα ἀνθρώπινον διηγήσασθαι, εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι.

Τί ὠφελεῖ, ἐὰν ἄνθρωπος ὅλον τὸν κόσμον κερδήσῃ, ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν καὶ ἀπὸ βορρᾶ ἕως θαλάσσης, καὶ πάντα ὅσα ἔχει χρήματα, κτήματα, τρυφάς, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Μὴ δύναται ἐκεῖνα ὑπὲρ αὐτοῦ ἀπολογήσασθαι ἐκεῖ; Διὰ τοῦτο ἔλεγεν ὁ σοφὸς Σολομών· ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Τί δὲ καὶ ἔχει ὁ ψυχοφθόρος οὗτος καὶ μάταιος βίος;