Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν
Προοίμιο και κατάλογος βιβλικών μέτρων
Εισαγωγή στην πραγμάτευση των μέτρων, των σταθμών και των αριθμών που απαντούν στις θείες Γραφές, με συνοπτική παράθεση των ονομασιών τους.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Προοίμιο και κατάλογος βιβλικών μέτρων
Εισαγωγή στην πραγμάτευση των μέτρων, των σταθμών και των αριθμών που απαντούν στις θείες Γραφές, με συνοπτική παράθεση των ονομασιών τους.
Ἕως ἐνταῦθα, φιλοκαλώτατε, ἀρκεσθέντες τοῖς προειρημένοις ἅπασι τὴν τῶν ἑρμηνευτῶν ὑπόθεσιν ἐδηλώσαμεν· εἶθ᾽ ἑξῆς εἰς τὰ ἐπίλοιπα, καθὼς ὑπευχόμεθα, σαῖς εὐχαῖς, ἄνθρωπε τοῦ θεοῦ, τὸν νοῦν ἐπιδῶμεν περὶ τῶν ἐν ταῖς θείαις γραφαῖς σταθμῶν τε καὶ μέτρων καὶ ἀριθμῶν δηλώσοντες, πόθεν ἕκαστον ὠνόμασται καὶ τίνος ἕνεκα οὕτως κέκληται καὶ πόθεν τὴν πρόφασιν τῆς ὀνομασίας εἴληφε καὶ τίς ἑκάστου τούτων ἡ ποιότης καὶ ἡ ὁλκὴ καὶ ἡ δύναμις.
Μέτρον οὖν ἐστι κόρος, κεῖται δὲ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ, ὅθεν ὁ Σωτὴρ ἐπαινεῖ τὸν φρόνιμον οἰκονόμον τοῖς χρεωφειλέταις ἀντὶ κόρων τοσούτων ἐν τοῖς σφῶν αὐτῶν χειρογράφοις τοσούτους μεταγραψάμενον, ἀντὶ δὲ τοσούτων βάθων ἐλαίου τοσαῦτα ποιήσαντα.
Ὀνόματα γάρ εἰσι μέτρων τάδε· λεθέκ, γόμορ, βάθος, σάτον, μόδιος, κάβος, χοῖνιξ, ὑφή [σεμιδάλεως], δρὰξ ἀλεύρου, ἀρτάβη, τρία μέτρα σεμιδάλεως, τρία κανᾶ χονδριτῶν, νέβελ οἴνου, κόλλαθον, ἀλάβαστρον μύρου, καμψάκης ὕδατος, κοτύλη ἐλαίου, κύαθος, μετρητὴς οἴνου, μετρητὴς ἐλαίου, τρυβλίον, ξέστης, ἀμφορεύς, ἀπόρρυμα, σαβιθά, ἴν, χοῦς, στάμνος χρυσῆ ἐν ᾗ ἀπέκειτο τὸ μάννα, μάρης, κύπρος, κογγιάριον.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔