قاری

کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔

براہِ راست کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب تلاش کریں۔

Ἔργον

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν

Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

Ιερά σταθμά και βιβλικές αναφορές

Επεξήγηση του ιερού σίκλου και άλλων σταθμών, με παραδείγματα νομισματικών και μετρικών αναφορών από πρόσωπα και γεγονότα της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου

—

Κεφάλαιο 3 από 3

Σίκλος ἅγιος ἄγει γράμματα δώδεκα. Στατὴρ ἄγει γράμματα δώδεκα. Φόλης καὶ βαλάντιον ἔχει ἀργυροῦς δύο ἥμισυ. Δηνάρια διακόσια πεντήκοντα λίτραι. Νυρον τὸν σίκλον τὸν ἅγιον ἐν τοῖς ἀριθμοῖς οὕτως λιτρῶν δέκα πέντε φησι τὸν πρωτότοκόν σου πέντε σίκλων„ κατὰ τὸν σίκλον τὸν ἅγιον εἴκοσι.

Ὀξύβαφον ἔχει ξέστας ὀκτώ. Κοχλιάριον ἔχει ξέστας ἑβδομήκοντα δύο. δεικνύει τὸν σίκλον τεττάρων ὀβολῶν. ὁ ὀβολὸς ἄγει γράμματα τρία. ἔστιν οὖν ὁ σίκλος ὁ ἅγιος γραμμάτων ἓξ καὶ ὁ βασιλικὸς ἕξ. Δηνάριον ἑξήκοντα ἀσσάρια ὑπῆρχεν, ὁ δὲ ἀργυροῦς δηνάρια. Ὁ ἀργυροῦς ἐτυπώθη ἐξ Ἀρχινόου ἐκ δὲ τῶν ἀσσαρίων ἐφοίτησεν Ἀβραὰμ εἰς γῆν Χαναάν, φησί, τὸν τύπον τοῦτον ἐνήνοχε. Δραχμὴν γράμματα τρία φασὶν ἔχειν. τὴν τρίχα τοῦ Ἀβεσαλὼμ ἐν τούτῳ τῷ σίκλῳ ἐστάθμιζον κατὰ τὸν καιρὸν ὅταν ἐκείρετο τὴν κεφαλήν, σίκλους ἑκατὸν εἴκοσι πέντε.