Ἔργον
Ἐπιφάνιος Σαλαμῖνος Κύπρου – Περὶ μέτρων καὶ σταθμῶν
Σταθμά και νομίσματα
Κατάλογος σταθμών και νομισμάτων με τις αντίστοιχες υποδιαιρέσεις και τις βιβλικές τους αναφορές.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Σταθμά και νομίσματα
Κατάλογος σταθμών και νομισμάτων με τις αντίστοιχες υποδιαιρέσεις και τις βιβλικές τους αναφορές.
Περὶ σταθμῶν. Ἀργύρια τὰ καὶ χαλκᾶ σταθμίζουσι γράμματα γʹ. Ἄργυρος ὁ τέλειος λίτρας ρʹ. Ἀργυροῦς καὶ μνᾶ καὶ μάνησόγκιαι [ἀνάγν. μάνης ὀγκίαι] κʹ, ὃ γίνεται λίτρα αʹ, οὐγκίαι ηʹ. Ἀμφορεὺς ξέστων κδʹ. Ἀσσάριον σταθμὸς γραμμάτων ϛʹ. Ἀσσάριον καλεῖται λεπτῶν ξʹ. Βαλλάντιον ὃ καὶ φόλις [γρ. φόλλις], δηναρίων σνʹ γίνεται, λιτρῶν τιβʹ καὶ ἡμισείας. Δηνάριον σταθμίζει λίτραν αʹ, ὀγκίας γʹ. Δίδραχμον ἅγιον γραμμάτων ϛʹ. Κοδράντης, νοῦμος ἄγων γράμματα ϛʹ. Λεπτὸν σατὸν ἄγει γράμματα γʹ. Λεπτόν ἐστι σταθμίον ὀγκίας τὸ τέταρτον, περὶ οὗ ὁ Κύριος λέγει [Ματθ. ιʹ, 29]: «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται;». Ἀσσὰρ δὲ ἑβραϊστὶ ἐλαττούμενον καλεῖται. Μιλιαρίσιον καὶ χρυσοῦν καὶ ἥμισυ τοῦ ἀργυρίου ἄγει ὀγκίας ιʹ. Νόμισμα λιτρῶν ρκεʹ. Νόμισμα ἄλλο γραμμάτων γʹ. Νουμμὸν [γρ. Νοῦμμον]. Νουμᾶς τις βασιλεὺς Ῥωμαίων ἐποίησε, καὶ πρὸς τὸ ὄνομα αὐτοῦ ἐκλήθη. Ὀβολὸς ὁ οὐκ ἐξ ἀργυρίου, ἀλλὰ ἀπὸ σιδήρου πεποιημένος ἄγει γράμματα γʹ. Ὀβολὸς ὁ ἐξ ἀργυρίον ἄγει γράμματα γʹ. Ὁλκὴ ἄγει γράμματα γʹ. Ὁ σίκλος ὁ ἅγιος, ὅ ἐστι γράμματα ιβʹ.
Στατὴρ ἄγει γράμματα ιβʹ. Φόλις καὶ βαλλάντιον [γρ. Φόλλις] ἄγει ἀργύρους βʹ καὶ ἥμισυν, δηνάρια σνʹ, λίτρας ιβʹ καὶ ἡμίσειαν. Ηὗρον τὸν σίκλον τὸν ἅγιον ἐν τοῖς Ἀριθμοῖς [ιηʹ, 16] οὕτως: «Λυτρώσει, φησί, τὸ πρωτότοκον πέντε σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον, εἴκοσι ὀβολοί εἰσιν». Ὀξύβαφον ἔχει ξέστας ηʹ. Χήμη ἔχει ξέστας μηʹ. Κοχλιάριον ἔχει ξέστας οβʹ. Δεικνύει τὸν σίκλον τεσσάρων ὀβολῶν. Ὁ ὀβολὸς ἄγει γράμματα γʹ. Ἔστιν οὖν ὁ σίκλος ὁ ἅγιος γραμμάτων ιβʹ, καὶ ὁ βασιλικὸς γραμμάτων ϛʹ. Τὸ δηνάριον ἑξήκοντα ἀσσαρίων ὑπῆρχεν. Ὁ δὲ ἀργυροῦς δηνάρια.
Ἀργυροῦς δὲ ἐτυπώθη ἀπ᾽ ἀρχῆς νόμισμα, ἐκ δὲ τῶν Ἀσσυρίων ἐφοίτησεν. Ἁβραὰμ δὲ εἰς γῆν Χαναάν, φησι [ἴσ. φασι], τὸν τύπον τοῦτον ἐνήνοχεν. Δραχμὴ ἡ ἔχουσα γράμματα γʹ. Τὴν τρίχα τοῦ Ἀβεσσαλὼμ ἐν τούτῳ τῷ σίκλῳ ἐστάθμιζον κατὰ καιρὸν ὅταν ἐκείρετο τὴν κεφαλήν, σίκλους ρκεʹ. Ἔστιν οὖν ὀγκίαι τριάκοντα καὶ μία, γράμματα ϛʹ· τῷ σίκλῳ τῷ βασιλικῷ γίνονται λίτρα αʹ γράμματα γʹ. Ὁ σίκλος ὁ ἅγιός ἐστιν ὀβολῶν δʹ, γραμμάτων ιʹ· ὁ δὲ ὀβολὸς ἄγει γράμματα γʹ. Τὸν σταθμὸν δὲ ἐν ἀργυρίοις ποτὲ ἐτυποῦντο· οὐκ ἐξ ἀργύρου δὲ [ἦν;] πεποιημένος, ἀλλὰ ἀπὸ σιδήρου· ὀβολὸς οὖν· τοῦτο ἦν. Μνᾶ ἀντὶ τοῦ μάνη· τὸ μὲν γὰρ τῇ ἑβραΐδι μάνη ὁ ἄργυρος καλεῖται· ἡ δὲ μνᾶ ἡ ἰταλικὴ τεσσαράκοντα· στατήρ ἐστι [γρ. τεσσαράκοντα στατήρων ἐστί], τουτέστι ὀγκιῶν κʹ, λίτρας αʹ ὀγκιῶν ηʹ.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔