ἤδη δὲ καὶ σωματικοὺς Ῥωμαίων αὐτοκράτορας καὶ 〈βασιλεῖς〉 ὁρῶντες ὑποτρέχοντας τῆς ἐκκλησίας τοῦ θεοῦ τὰς 〈πύλας〉 καὶ τῶν εἴσω 〈πυλῶν〉 μυστηρίων καταξιουμένους, πῶς οὐκ ἀλήθειαν μαρτυρήσαιεν τῷ θεσπίσματι;⌝ τούτους μὲν οὖν εἰσδέξονται καὶ τῆς βασιλείας τῶν οὐρανῶν αἱ 〈πύλαι〉, τὰ δ᾽ ‹ἐναπομείναντα τῇ ἀπιστίᾳ› 〈ἔθνη〉 καὶ οἱ τούτων ἄρχοντες καὶ 〈βασιλεῖς〉 οἱ τῇ εἰδωλολατρίᾳ ἐναποθανόντες, ὁποῖον τέλος ἕξουσι, παρίστησιν ἑξῆς ὁ λόγος φάσκων· 〈τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται· ⌞δουλεῦσαι〉 γὰρ δεῖ τὴν σωτήριον καὶ καλλίστην δουλείαν τῇ τοῦ θεοῦ πόλει, λέγω δὴ τῇ ἐκκλησίᾳ καὶ τῷ θεοσεβεῖ πολιτεύματι τῷ ἐν αὐτῇ τοὺς ἀξίους σωτηρίας, ἢ ἀπωλείᾳ παραδοθῆναι τοὺς ἀσεβήσαντας τῇ τοιαύτῃ δουλείᾳ.⌟ ⌜Σοὶ δὲ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ τῷ θεοσεβεῖ πολιτεύματι καὶ τὰ κάλλιστα καὶ ὑψηλότατα τῶν ἐν τῷ 〈Λιβάνῳ〉 φυτῶν κομισθήσεται εἰς τὸ δι᾽ αὐτῶν 〈δοξασθῆναι τὸν τόπον τὸν ἅγιόν μου.⌝ Λίβανος〉 δὲ πάλιν ὄρος ἀλλοφύλων ἐστίν, ἔνθα τὰ ὑψηλότατα καὶ ὑπερμεγέθη εἰς οἰκοδομάς τε χρησιμώτατα δένδρα φύει. ⌜τοιοῦτοι δ᾽ ἂν εἶεν οἱ ἐξ ἐθνῶν ἐλλόγιμοι ἄνδρες καὶ ‹σοφίας τοῦ αἰῶνος τούτου› μετεσχηκότες, οὓς ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ διαπρέποντας, κοσμοῦντάς τε αὐτὴν τῇ τοῦ λόγου παρασκευῇ θεασάμενος οὐκ ἂν ἁμάρτοις αὐτοὺς εἶναι τὰ ξύλα τοῦ 〈Λιβάνου, κυπάρισσον καὶ πεύκας καὶ κέδρους〉 κατὰ νόμον ἀλληγορίας εἰπών, δι᾽ ὧν 〈δοξάζεται ὁ τόπος ὁ ἅγιος〉 τοῦ θεοῦ, ὁ 〈τόπος τῶν ποδῶν〉 αὐτοῦ, δηλαδὴ ἡ ἐκκλησία.⌝ Πρὸς τούτοις ἅπασιν ἐπειδὴ πολλοὶ διαφθονούμενοι τῷ λαῷ τοῦ θεοῦ διαπρίονται τὰς ψυχὰς μηδὲν δεδυνημένοι, ταπεινοῦνται καὶ καθυποκρίνονται προσποιούμενοι τιμᾶν καὶ τὸν σωτήριον λόγον μετ᾽ εἰρωνείας ἀποδέχεσθαι, οὐδὲ τὴν τούτων μνήμην παρῆλθεν ὁ προφήτης.