Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς. Ἀλλοτρία αὕτη ἡ παραβολὴ πρὸς τὴν παρὰ τῷ Ματθαίῳ. Ἐκεῖ μὲν γὰρ βασιλεὺς, καὶ γάμοι υἱοῦ βασιλέως, καὶ κλήτορες πολλοὶ, καὶ οἱ κληθέντες οὐκ ἀπῆλθον, ἀλλὰ καὶ τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν, καὶ στράτευμα κινούμενον κατὰ τῶν ἀνῃρηκότων τοὺς δούλους, καὶ ὁ διὰ τὴν ῥυπαρὰν ἐσθῆτα ἐκβαλλόμενος τοῦ γάμου· ὧδε δὲ ἄνθρωπος εἰσάγεται ψιλὸς, καὶ δεῖπνον ἁπλῶς, καὶ εἷς ἐπὶ τὴν κλῆσιν ἐκπέμπεται, καὶ οἱ κληθέντες παραιτοῦνται μόνον τὴν κλῆσιν, ἀσχολίαν σκηπτόμενοι. Τὸ δὲ κεφαλαιωδέστερον, ὅτι ἐκείνη μὲν ἐν τῷ ἱερῷ λέλεκτο πρὸς τοὺς ἀρχιερεῖς καὶ πρεσβυτέρους τοῦ λαοῦ, αὕτη δ᾽ ἐπὶ τῆς Γαλιλαίας ἐν οἰκίᾳ τινὸς ἄρχοντος Φαρισαίου· τῶν γὰρ συνανακειμένων τις ἀκούσας τὸ, Μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων· τῆς ἀναστάσεως καὶ τῆς βασιλείας τοῦ Θεοῦ μιᾶς καὶ τῆς αὐτῆς νοουμένης. Πρὸς οὖν τὸν εἰρηκότα, Μακάριος ὅστις φάγηται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, τίς ἂν γένοιτο οὗτος ὁ μακάριος διὰ τῆς παραβολῆς ὁ Σωτὴρ παρίστησι λέγων, Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα· πάλιν αὐτὸς ἑαυτὸν ἐν τούτοις ἄνθρωπον ὀνομάζων.