Ἔργον
Εὐσέβιος Καισαρείας – Πρὸς Στέφανον ζητήματα
Ιστορικά και χρονολογικά ζητήματα των ευαγγελικών διηγήσεων
Εξήγηση χρονολογικών ζητημάτων, της αποκάλυψης της υπερφυούς κυοφορίας στον Ιωσήφ και της συγγένειας της Παρθένου Μαρίας με την Ελισάβετ.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Ιστορικά και χρονολογικά ζητήματα των ευαγγελικών διηγήσεων
Εξήγηση χρονολογικών ζητημάτων, της αποκάλυψης της υπερφυούς κυοφορίας στον Ιωσήφ και της συγγένειας της Παρθένου Μαρίας με την Ελισάβετ.
ιβʹ· Ὁ μὲν γὰρ Ἰωάννης τῇ τοῦ κατ᾽ αὐτὸν Εὐαγγελίου γραφῇ, τὰ μηδέπω τοῦ Βαπτιστοῦ βεβλημένου εἰς φυλακὴν, πρὸ τοῦ Χριστοῦ πραχθέντα, παραδίδωσιν· οἱ δὲ λοιποὶ τρεῖς εὐαγγελισταὶ τὰ μετὰ τὸ δεσμωτήριον λέγουσιν. Οἷς καὶ ἐπιστήσαντι, οὐκέτι ἂν δόξαιεν διαφωνεῖν ἀλλήλοις τὰ Εὐαγγέλια, τῷ τὸ μὲν κατὰ Ἰωάννην τὰ πρῶτα περιέχειν, τὰ δὲ λοιπὰ τὴν ἐπιτέλειον ἱστορίαν.
ιγʹ. Εὐσεβίου. Ὅτι δὲ ἔγκυος εὑρέθη ἡ Θεοτόκος, καὶ ὅτι οὐδενὶ ἑτέρῳ ἀλλ᾽ ἢ τῷ Ἰωσὴφ, ὁ εὐαγγελιστὴς ἀπεφήνατο· ἐκ γὰρ Πνεύματος ἁγίου γέγονε, φησὶ, τὸ τοιοῦτον φανερόν· δικαίῳ γὰρ ὄντι τῷ Ἰωσὴφ οὐκ ἦν θαυμαστὸν γνωσθῆναι διὰ Πνεύματος ἁγίου, ἐξ οὗ καὶ ἡ κύησις γέγονεν.
ιδʹ. Εὐσεβίου. Ἐνέτυχον δὲ ἑρμηνείᾳ ἀνεπιγράφῳ λεγούσῃ, ὅτι οἱ μέν φασι συγγενίδα τὴν Ἐλισάβετ τῆς Παρθένου παρὰ τοῦ ἀγγέλου ὠνομάσθαι, οὐχ ὡς ἐκ τῆς αὐτῆς φυλῆς, ἀλλὰ διὰ τὸ ἐκ τῶν αὐτῶν προγόνων, καὶ τοῦ αὐτοῦ κοινῶς τῶν Ἰουδαίων γένους ἀμφοτέρας ὡρμῆσθαι· ὡς ὁ Ἀπόστολος, «Ἐβουλόμην, λέγων, ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα.» Πολλοὶ δὲ καὶ τῶν δοκίμων λέγουσιν ἀληθῶς κατὰ συγγένειαν συνῆφθαι τὴν ἱερατικὴν φυλὴν τῇ βασιλικῇ καὶ ἄνω ἐπὶ Μωϋσέως. Ἡ γὰρ Ἐλισάβετ ἡ γυνὴ Ἀαρὼν ἀδελφὴ ὑπῆρχε Ναασσὼν υἱοῦ Ἀμιναδὰβ, ὃς ἀπὸ Ἰούδα τοῦ υἱοῦ Ἰακὼβ κατήγετο, ἀφ᾽ οὗ τὸ βασίλειον γένος τοῖς Ἰουδαίοις· καὶ κάτω δὲ ὁμοίως Ἐλισάβετ ἡ γυνὴ Ζαχαρίου ἀπὸ τῆς Ἰούδα φυλῆς εἷλκε τὴν γένεσιν, θυγάτηρ χρηματίζουσα Ἰακὼβ τοῦ πατρὸς Ἰωσήφ· ἐκ γοῦν τῆς συγγενείας τούτου τοῦ Ναασσὼν ὁ Κύριος κατὰ σάρκα γεγένηται· οὐ μάτην οὖν τῆς βασιλικῆς φυλῆς τὴν ἐπιμιξίαν ὁ θεῖος προφήτης ἐδίδαξεν, ἀλλὰ δεικνὺς ὡς ὁ Δεσπότης Χριστὸς ἐξ ἀμφοτέρων ἐβλάστησεν, ὡς βασιλεὺς καὶ ἀρχιερεὺς κατὰ τὸ ἀνθρώπινον χρηματίσας· ἢ ὡς ἐξ ἑνὸς προπάτορος τοῦ Ἰακὼβ ὑπαρχούσας, συγγενίδας καλεῖ.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔