Βʹ. Ἐπὶ Σευήρου βασιλέως Ῥωμαίων, διωγμοῦ κινηθέντος ἐν τῇ κατ᾽ Αἴγυπτον Ἀλεξανδρείᾳ, πλεῖστοι, καὶ διαφορώτατοι τῆς εἰς Χριστὸν ὑπερήθλησαν πίστεως· ἐν οἷς καὶ Λεωνίδης ὁ τοῦ Ὠριγένους πατὴρ τὴν κεφαλὴν ἀποτμηθεὶς νέον κομιδῆ καταλείπει τὸν παῖδα· ὃς δὴ τοσοῦτον περὶ τὸ μαρτύριον τὸν ἔρωτα ἔσχεν, ὡς ὁμόσε τοῖς κινδύνοις χωρεῖν, προπηδᾷν τε καὶ προθύμως ἐπὶ τὸν ἀγῶνα ὁρμᾷν· τέως γε μὴν τῆς μητρὸς τὴν πᾶσαν αὐτοῦ ἀποκρυψαμένης ἐσθῆτα, ἀπρόϊτος οἴκοι μένειν ἀναγκασθεὶς, ἐπέστειλε τῷ πατρὶ καθειργμένῳ ὄντι τὴν περὶ μαρτυρίου προτρεπτικὴν ἐπιστολὴν, ἐν ᾗ κατὰ λέξιν ὧδέ φησι· «Ἔπεχε μὴ δι᾽ ἡμᾶς ἄλλο τι φρονήσῃς.» Οὗτος μέγας, καὶ περιβόητος λόγοις τε καὶ ἔργοις κατ᾽ ἐκεῖνο καιροῦ γεγονὼς, τοῦ ἐν Ἀλεξανδρείᾳ κατηχητικοῦ διδασκαλείου προέστη, καὶ πολλοὺς τῶν φοιτητῶν ἐπὶ τὸν ὅμοιον αὐτῷ παρορμήσας ζῆλον, μάρτυρας Χριστοῦ πεποίηκεν· ὧν πρῶτος Πλούταρχος ἦν οὗ τὴν ἐπὶ θάνατον ἀπαγομένου, μικροῦ δεῖν καὶ αὐτὸς Ὠριγένης ἀνῄρητο συμπαρὼν, ὡς ἀπωλείας αἴτιος αὐτῷ γεγονώς. Καὶ ὕστερον δὲ ἐπὶ Δεκίου βήματι παρέστη τυραννικῷ, ὡς σεβόμενος τὸν Χριστόν· ἀλλ᾽ οὐκ ἐπέτυχε τῆς μαρτυρίας, τοῦ Θεοῦ, οἶμαι, ταύτης αὐτὸν ἀνάξιον κρίναντος, διὰ τὸ περὶ τὰ δόγματα καὶ τὴν ὀρθὴν πίστιν διάστροφον· λειποτακτεῖ γὰρ, καὶ ταῦτα μετὰ πεῖραν βασάνων.