Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὸν φιλόσοφον Ἥρωνα
Αποχαιρετιστήρια επίκληση και κατακλείδα
Ευχές για την αποδημία του Ήρωνος, αναφορά στο πιστό ποίμνιο και τελική δοξολογία.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Αποχαιρετιστήρια επίκληση και κατακλείδα
Ευχές για την αποδημία του Ήρωνος, αναφορά στο πιστό ποίμνιο και τελική δοξολογία.
ΙΘʹ. Σὺ δὲ ὅταν ἐκδημήσῃς τὴν καλὴν ἐκδημίαν, μέμνησό μοι τῆς Τριάδος ἐν σκηναῖς κατοικούσης, εἴπερ ὅλως ἐν χειροποιήτοις οἰκεῖ Θεὸς, καὶ τοῦ μικροῦ τούτου θέρους, οὐκ ἐκ μικρῶν μὲν τῶν τῆς εὐσεβείας σπερμάτων, πλὴν ἔτι μικροῦ τε καὶ πενιχροῦ, καὶ κατ᾽ ὀλίγον συναγομένου. Ἐγενήθημεν γὰρ ὡς συνάγοντες καλάμην ἐν ἀμήτῳ, εἰ δεῖ τὸ τοῦ Προφήτου εἰπεῖν ἐν καιρῷ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτῳ, οὐχ ὑπάρχοντος βότρυος. Ὁρᾷς τὴν συλλογὴν ὅση· καὶ διὰ τοῦτο σπούδαζε πλουσιωτέραν ποιεῖν ἡμῖν τὴν ἅλω, καὶ τὴν ληνὸν πληρεστέραν.
Διήγησαι καὶ τὴν ἡμετέραν κλῆσιν, καὶ τὴν ἄπιστον ἐπιδημίαν, ἣν οὐχ ὥστε συντρυφᾷν, ἀλλ᾽ ὥστε συγκακοπαθεῖν, πεποιήμεθα· ἵνα τῶν δεινῶν μετασχόντες, καὶ τῆς δόξης μετάσχωμεν. Τοῦτόν σοι τὸν λαὸν ἔχεις συλλήπτορα ταῖς εὐχαῖς, τοῦτον συνέκδημον, τὸ στενὸν ἀριθμῷ ποίμνιον, καὶ οὐ στενὸν εὐσεβείᾳ· οὗ πλέον αἰδοῦμαι τὴν στένωσιν, ἢ τὴν ἑτέρων πλατύτητα.
Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· μετὰ τούτου καὶ πῦρ διαβήσῃ, καὶ θῆρας κοιμίσεις, καὶ ἡμερώσεις δυνάστας. Οὕτως ἐκδημεῖν, οὕτω στέλλεσθαι, καὶ πρὸς ἡμᾶς ἐπανήκειν πάλιν, πλουσίως πλούσιος, δεύτερος στεφανίτης, καὶ μεθ᾽ ἡμῶν ᾄσων τὸν ἐπινίκιον, νῦν τε καὶ ὕστερον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔