Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Πρὸς Ἰουλιανὸν ἐξισωτὴν φόρων
Προοίμιο: Η αξία της σιωπής και η αναγκαιότητα του λόγου
Αναφορά στην επιθυμία για πνευματική ησυχία και την απόφαση για δημόσια διδασκαλία κατόπιν των προτροπών των πιστών.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Προοίμιο: Η αξία της σιωπής και η αναγκαιότητα του λόγου
Αναφορά στην επιθυμία για πνευματική ησυχία και την απόφαση για δημόσια διδασκαλία κατόπιν των προτροπών των πιστών.
ΛΟΓΟΣ ΙΘʹ. Εἰς τοὺς λόγους, καὶ εἰς τὸν ἐξισωτὴν Ἰουλιανόν. Αʹ. Τίς ἡ τυραννὶς, ἣν ἐξ ἀγάπης ἀεὶ τυραννούμεθα; τίς ἡ ἐμὴ σοφία καὶ ἐπιστήμη, δι᾽ ἣν καθ᾽ ἑκάστην πανήγυριν πολεμούμεθα; Ἐγὼ μὲν γὰρ οὐδεμίαν εὑρίσκω, πανταχόθεν ἐμαυτὸν διεξάγων καὶ διευθύνων. Πλὴν ἕν γε τοῦτο ἐμαυτῷ συνεπίσταμαι, καὶ ἴσως οὐ φαῦλον, κἄν τινες εὐήθειαν ὀνομάζωσιν.
Ἐβουλήθην ἐν καιρῷ μὲν παντὶ νεκρωθῆναι τῷ βίῳ, καὶ ζῆσαι τὴν ἐν Χριστῷ κεκρυμμένην ζωὴν, καὶ γενέσθαι τις μεγαλέμπορος, πάντων ὧν ἔχω τὸν τίμιον ὠνησάμενος μαργαρίτην, καὶ ἀντιδοὺς τὰ ῥέοντα καὶ συρόμενα τῶν ἑστώτων καὶ οὐρανίων· ἥπερ δὴ πραγματειῶν μεγίστη καὶ βεβαιοτάτη τοῖς γε νοῦν ἔχουσιν· εἰ δ᾽ οὒκ, ἀλλὰ τοῦτό γε καρτερῆσαι, παραχωρῆσαι τῶν θρόνων τοῖς βουλομένοις, αὐτὸς δὲ διὰ βίου παῖς εἶναι καὶ μαθητὴς, μέχρις ἂν τοῖς ποτίμοις τῶν λόγων τοὺς ἁλμυροὺς ἀποκλύσωμαι. Ἓν μὲν δὴ τοῦτο τῆς ἐμῆς ἔστω φιλοσοφίας, εἴτε εὐηθείας, καὶ πρῶτον· δεύτερον δὲ, ὃ καὶ μέγιστον.
Βʹ. Ἐπειδὴ λόγῳ τὸν τῶν πολλῶν λόγον ἐπισχεῖν οὐχ οἷός τε ἐγενόμην, καὶ τὴν νῦν κατέχουσαν πάντας φορὰν καὶ προθυμίαν, εἰς τὸ διδάσκειν τε καὶ λαλεῖν τὰ τοῦ Πνεύματος χωρὶς Πνεύματος· ἑτέραν ἦλθον, ὡς ἐμαυτὸν πείθω, βελτίω τε καὶ ἀπονωτέραν ὁδὸν, παιδεῦσαι πρὸς ἡσυχίαν ἅπαντας τῷ ἀρχετύπῳ τῆς σιωπῆς· εἰ μέν τι μέγα περὶ ἡμῶν οἴονται, τὴν ὑπεροχὴν αἰδουμένους· εἰ δὲ μικρόν τε καὶ ὅσον ἄξιον, τῷ ὁμοτίμῳ συμμετριάζοντας. Οὗτος ὁ λόγος τῆς ἐμῆς σιωπῆς· τοῦτο τῆς καρτερίας ἡμῶν τὸ μυστήριον.
Γʹ. Ἀλλὰ τί πάθω; Ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν διέλκουσιν ἡμᾶς καὶ σπαράττουσι, καὶ ὑπὲρ τῶν ἐμῶν δικάζονται πόνων, ὥσπερ ἄλλο τι χρέος τὸν λόγον ἀπαραιτήτως εἰσπράττοντες, καὶ ἀγαπῶσι μᾶλλον ἢ αὐτὸς ἐμαυτόν· καὶ εἰσὶ πάντες ἐμοῦ σοφώτεροι, πλέον ἢ ἐγὼ γινώσκοντες καιρὸν λόγου ἢ σιωπῆς· καί φασιν οὐκ ἀνήσειν, ὥσπερ σιδήρῳ πυρῖτιν λίθον, παίοντες ἡμᾶς τοῖς ὀνείδεσιν, ἕως ἂν ἐκ μικροῦ σπινθῆρος τὸν τῶν λόγων πυρσὸν ἀνάψωσιν. Ἤδη δέ τινες αὐτῶν καὶ ὑπισχνοῦνται χρηστότερα, καὶ μεγάλα προτιθέασιν ἆθλα τοῖς λόγοις· πρῶτον μὲν ἑαυτοὺς εὐποιήσειν, δόντες τῷ Θεῷ καὶ ἡμῖν εἰς τὸν λόγον καρποφορῆσαι· ἔπειτα καὶ τούσδε πάντας, διὰ τῆς ἀπογραφῆς, τὸν ἐμὸν κλῆρον, εἴπερ ἐμὸς ὁ πατρικὸς, τὸ ἐμὸν ποίμνιον, οὓς λίαν ἀδικοίην, μὴ πάντα τρόπον εὐεργετεῖν προθυμούμενος.
Τὸ δὲ κάλλιστον, ὅτι, ὃ πολλὰ πονήσαντας ἔδει κατορθῶσαι τοῖς λόγοις, τοῦτο ὑπὲρ τῶν λόγων αὐτῶν εἰσφέρουσιν. Ὢ τῆς καλῆς φιλονεικίας, ἣν ἐμὲ νικῆσαι φιλονεικοῦσιν! Ὢ τῆς ἐπαινετῆς ἐπιδόσεως! Ὁρᾶτε πηλίκον τὸ ἔργον τῆς ἐμῆς σιωπῆς· αὐτοὺς ὑμῖν πεποίηκε τοὺς λόγους ποθεινοτέρους.
Ὁρᾶτε τὸν καρπὸν τῆς ἀδοξίας τῆς ἡμετέρας. Εἴθε τι γένοιτο καὶ τῶν λόγων τοσοῦτον ὄφελος, ὅσον τῆς σιωπῆς. Δʹ. Οὐκοῦν ἐπειδὴ ταῦτα δοκεῖ, καὶ νενικήκατε τὸν ἀήττητον, καὶ τρόπαιον ἐστήσατε κατὰ τῆς ἐμῆς φιλοσοφίας, φέρε τι φθέγξωμαι πρὸς ὑμᾶς, τῆς σιωπῆς ἄμεινον. Φθέγξομαι τοιγαροῦν, οὐ μαλακόν τι καὶ ἀναβεβλημένον, οὐδὲ τῆς ἡδίστης τοῖς πολλοῖς ἁρμονίας (οὐδὲ γὰρ ἂν καλῶς ἀμειβοίμην τοὺς ἐμοὺς ἐραστὰς, οὕτω διαλεγόμενος), ἀλλὰ καὶ λίαν ἀνδρικόν τε καὶ σύντονον, καὶ ᾧ τάχα ἂν ἀμείνους γένοισθε, ἀπὸ τῆς σαρκὸς ἐπὶ τὸ πνεῦμα μετενεχθέντες, καὶ ὑψωθέντες ἱκανῶς τὴν διάνοιαν.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔