قاری

کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔

براہِ راست کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب تلاش کریں۔

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Δέκα συλλογισμοὶ κατὰ Μανιχαίων

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή και πρώτοι συλλογισμοί για τη φθαρτότητα του κακού

Οι αρχικοί συλλογισμοί που αποδεικνύουν ότι το κακό είναι φθαρτό και γεννητό, και όχι αυθύπαρκτη ουσία ή αγέννητο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΜΑΝΙΧΑΙΩΝ ΛΟΓΟΣ Δώδεκα συλλογισμῶν, ὅτι τὸ κακὸν, φθαρτὸν καὶ γεννητὸν καὶ ἀνύπαρκτον, καὶ ὁ τούτου δὲ πατὴρ διάβολος οὐκ ἀγέννητος. Εἴ τι ἂν κακὸν, κολαστέον· οὐδὲν δὲ κολαζόμενον ἄφθαρτον. Οὐδὲν ἄρα κακὸν ἄφθαρτον.

Οὐδὲν φθαρτὸν ἀγέννητον· ἔστι δὲ τὸ κακὸν φθαρτόν. Τὸ ἄρα κακὸν οὐκ ἀγέννητον. Οὐδὲν κατ᾽ οὐσίαν κακόν· τῷ τὸ κακὸν ποιὸν εἶναι. Οὐδὲν δὲ ποιὸν οὐσία. Τὸ ἄρα κακὸν οὐκ οὐσία. Πάντα τὰ ἐναντία ἀλλήλων φθαρτά· τὰ δὲ ἀγέννητα ὄντα οὐ φθαρτά. Τὰ ἄρα ἐναντία οὐκ ἄφθαρτα.

Οὐδὲν ἀγέννητον τρεπτόν· τρέπεται δὲ τὸ ἀγαθὸν κρατηθὲν ὑπὸ τοῦ κακοῦ. Τὸ ἄρα ἀγαθὸν οὐκ ἀγέννητον. Τὸ ἀγέννητον οὐκ ἔστιν ὀρεκτικὸν φθορᾶς τινος, οὐδέ γε φθαρτικόν· τὸ δέ γε κακὸν ὀρεκτικὸν φθορᾶς. Τὸ ἄρα κακὸν οὐκ ἀγέννητον.