Ἔργον
Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ἅγιον Στέφανον τὸν πρωτομάρτυρα λόγος β
Η μίμηση των αγίων και η κατακλείδα του λόγου
Ομολογία της ανεπάρκειας του ανθρώπινου επαίνου, προτροπή για την έμπρακτη μίμηση των αρετών των αποστόλων και τελική δοξολογία.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Η μίμηση των αγίων και η κατακλείδα του λόγου
Ομολογία της ανεπάρκειας του ανθρώπινου επαίνου, προτροπή για την έμπρακτη μίμηση των αρετών των αποστόλων και τελική δοξολογία.
Ἀλλὰ τί τοῖς ἀδυνάτοις ἐπεξιέναι τολμᾷν, καὶ τῆς ἀποστολικῆς ἀρετῆς ἐπαξίως πειρᾶσθαι μνημονεύειν; Οὐ πρὸς Σίμωνα ἡμῖν, τὸν ἀπὸ τῆς ἁλείας γνωριζόμενον, ἡ τῶν ἐπαίνων φιλοτιμία, ἀλλὰ πρὸς τὴν ἐκείνου πίστιν τὴν στερεὰν, καὶ πάσης ὁμοῦ τῆς Ἐκκλησίας τὸ στήριγμα. Οὐδὲ πάλιν πρὸς τοὺς υἱοὺς Ζεβεδαίου τὸν λόγον ἔχομεν, ἀλλὰ πρὸς τοὺς Βοανεργεῖς, τοὺς ἑρμηνευομένους, υἱοὺς βροντῆς. Ποῦ νῦν φανήσεται ἡ βραχυτάτη τοῦ λόγου φωνὴ, τοσαύτης καὶ τηλικαύτης βροντῆς τὰς πάντων ἀκοὰς περιηχούσης;
Οὐκοῦν αὐτὸ τοῦτο μόνον τὴν πρὸς τοὺς ἁγίους εὐγνωμοσύνην ἀποπληρῶσαι σπεύσαντες, ἐπὶ τὴν ἀκίνδυνον σιωπὴν καταφεύγομεν, ἐκεῖνο καλῶς εἰδότες, ὡς ἑνὶ τούτῳ ταῖς μνείαις τῶν ἁγίων κοινωνεῖν ἀξιούμεθα, ἐν τῷ τὰς ἐκείνων ἀρετὰς μιμεῖσθαι καὶ ζηλοῦν· οὐκ ἐν τῷ λόγῳ περιφέροντες αὐτῶν τὸν βίον, ἀλλ᾽ ἐν τῇ γνώμῃ διασώζοντες αὐτῶν τὸν τρόπον. Ἀποδείξει γὰρ ἡμᾶς ἐκείνων γνησίους μαθητὰς, οὐ συνήθεια μετὰ ἀλογίας, ἀλλ᾽ εὐσέβεια μετὰ εὐλαβείας, καὶ ὁ βίος ὁμόδοξος, καὶ ὁ τρόπος ὁμόζηλος. Τιμᾷς μαρτύρων τὴν μνήμην; τίμησαι καὶ τὴν γνώμην· κοινωνία γὰρ τῆς μνήμης ἡ συμφωνία τῆς γνώμης. Μὴ γὰρ ἐκείνοις μόνοις ἐπέλαμψεν ὁ φωτισμὸς τῆς γνώσεως τῆς δόξης τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ; μὴ γὰρ ἐκείνοις μόνοις ἡ χάρις ἐξαπεστάλη; Αἱ ἐντολαὶ κοιναὶ, ὁ τρόπος κοινὸς, εἷς ὁ τῶν πόνων ἀγωνοθέτης, ἓν τὸ βραβεῖον τῆς ἀληθείας, οὗ γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, εὐχαῖς καὶ πρεσβείαις τῶν μνημονευθέντων ἁγίων, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔