Ἔργον
Γρηγόριος ὁ Νύσσης – Πρὸς Σιμπλίκιον περὶ πίστεως
Η θεία οικονομία και η ερμηνεία του χωρίου των Παροιμιών
Εξήγηση του χωρίου των Παροιμιών με βάση τη σάρκωση του Λόγου και τη διάκριση μεταξύ θείας και ανθρώπινης φύσεως.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Η θεία οικονομία και η ερμηνεία του χωρίου των Παροιμιών
Εξήγηση του χωρίου των Παροιμιών με βάση τη σάρκωση του Λόγου και τη διάκριση μεταξύ θείας και ανθρώπινης φύσεως.
Πρὸς δὲ τοὺς λέγοντας τὸ ἐκ τῆς παροιμίας ὅτι Κύριος ἔκτισέ με καὶ διὰ τοῦτο νομίζοντας ἰσχυρόν τι λέγειν περὶ τοῦ κτιστὸν εἶναι τὸν πάντων κτίστην καὶ δημιουργὸν ταῦτα προσήκει λέγειν ὅτι πολλὰ δι᾽ ἡμᾶς ἐγένετο ὁ μονογενὴς θεός· καὶ γὰρ καὶ λόγος ὢν σὰρξ ἐγένετο καὶ θεὸς ὢν ἄνθρωπος ἐγένετο καὶ ἀσώματος ὢν σῶμα ἐγένετο καὶ ἔτι πρὸς τούτοις καὶ ἁμαρτία καὶ κατάρα καὶ λίθος καὶ ἀξίνη καὶ ἄρτος καὶ πρόβατον καὶ ὁδὸς καὶ θύρα καὶ πέτρα καὶ πολλὰ τοιαῦτα ἐγένετο οὐδὲν τούτων τῇ φύσει ὤν, ἀλλὰ δι᾽ ἡμᾶς κατ᾽ οἰκονομίαν γενόμενος. ὥςπερ οὖν λόγος ὢν δι᾽ ἡμᾶς ἐγένετο σὰρξ καὶ θεὸς ὢν ἄνθρωπος ἐγένετο, οὕτω καὶ κτίστης ὢν δι᾽ ἡμᾶς κτίσις ἐγένετο· κτιστὴ γὰρ ἡ σάρξ. ὡς οὖν εἶπε διὰ τοῦ προφήτου ὅτι Οὕτως λέγει κύριος ὁ πλάσας με ἐκ κοιλίας δοῦλον αὐτοῦ, οὕτως εἶπε καὶ διὰ τοῦ Σολομῶντος τὸ Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πᾶσα γὰρ 〈ἡ〉 κτίσις δουλεύει, καθώς φησιν ὁ ἀπόστολος. οὐκοῦν καὶ ὁ ἐν τῇ κοιλίᾳ τῆς παρθένου πλασθεὶς κατὰ τὸν λόγον τοῦ προφήτου ὁ δοῦλός ἐστιν, οὐχ ὁ κύριος, τουτέστιν ὁ κατὰ σάρκα ἄνθρωπος, ἐν ᾧ ὁ θεὸς ἐφανερώθη, καὶ ἐνταῦθα ὁ κτισθεὶς εἰς ἀρχὴν ὁδῶν αὐτοῦ οὐχ ὁ θεός ἐστιν ἀλλ᾽ ὁ ἄνθρωπος, ἐν ᾧ ἡμῖν ὁ θεὸς ἐφανερώθη ἐπὶ τῷ τὴν καταφθαρεῖσαν ὁδὸν τῆς ἀνθρωπίνης σωτηρίας πάλιν ἀνανεώσασθαι.
ὥστε ἐπειδὴ δύο περὶ Χριστοῦ γινώσκομεν, τὸ μὲν θεῖον τὸ δὲ ἀνθρώπινον (ἐν μὲν τῇ φύσει τὸ θεῖον, ἐν δὲ τῇ οἰκονομίᾳ τὸ κατὰ ἄνθρωπον), ἀκολούθως τὸ μὲν ἀΐδιον τῇ θεότητι προσμαρτυροῦμεν, τὸ δὲ κτιστὸν τῇ ἀνθρωπίνῃ λογιζόμεθα φύσει. ὡς γὰρ κατὰ τὸν προφήτην ἐν τῇ κοιλίᾳ ἐπλάσθη δοῦλος, οὕτως καὶ κατὰ τὸν Σολομῶντα διὰ τῆς δουλικῆς ταύτης κτίσεως ἐν σαρκὶ ἐφανερώθη.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔