Ἔργον
Ἡσύχιος ὁ Πρεσβύτερος – Εὐαγγελικὴ συμφωνία
Επανεξέταση της μαρτυρίας περί του Σίμωνος του Κυρηναίου
Συμπληρωματική ανάλυση και συμφιλίωση των ευαγγελικών αναφορών σχετικά με τη μεταφορά του σταυρού από τον Σίμωνα τον Κυρηναίο.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Επανεξέταση της μαρτυρίας περί του Σίμωνος του Κυρηναίου
Συμπληρωματική ανάλυση και συμφιλίωση των ευαγγελικών αναφορών σχετικά με τη μεταφορά του σταυρού από τον Σίμωνα τον Κυρηναίο.
Τοῦ ἁγίου Ἡσυχίου πρεσβυτέρου Ἱεροσολύμων. Τίνος χάριν ὁ μὲν Ἰωάννης βαστάσαι τὸν σταυρὸν αὐτὸν ἱστορεῖ τὸν Κύριον· οἱ δὲ λοιποὶ εὐαγγελισταί, Σίμωνα τὸν Κυρηναῖον πεποιηκέναι τοῦτο συνέγραψαν; Ἐπειδὴ ἑκάτερον πέπρακται. Ἅμα γὰρ τῷ ἀπαχθῆναι τὸν Κύριον ἐπὶ τὸ σταυρωθῆναι, ἐπὶ τῶν ὤμων βαστάζων τὸν σταυρὸν αὐτὸς ἐξῆλθεν, τῶν στρατιωτῶν οὐκ ἀξιούντων βαστάσαι αὐτόν, μὴ παρόντος ἑτέρου τοῦ βαστάζειν ὀφείλοντος. Ὡς δὲ ἥψαντο τῆς ὁδοῦ, τότε ἀγγαρευθεὶς ὁ Σίμων ὑπὸ τῶν στρατιωτῶν, λαβὼν αὐτὸν ἀπὸ τοῦ Κυρίου ἐβάστασεν.
Ὅτι δὲ οὕτως ἔχει, αὐτὰ ἡμᾶς τῶν εὐαγγελιστῶν διδάξει τὰ ῥήματα· ὅτιπερ, Ἀγγαρεύουσι παράγοντα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπὸ ἀγροῦ· ὅπερ δηλοῖ, ὅτι τῆς ὁδοῦ ἐχομένοις τῆς ἐπὶ τὸν Γολγοθάν, ἐρχόμενος ἀπὸ ἀγροῦ ὁ Σίμων συνήντησεν.
Τὸ γὰρ συναντῆσαι, τοῖς ὁδεύουσι γίνεται. Ὅθεν τὸν σταυρὸν οὐκ ἐξ ἀρχῆς, ἀλλὰ τότε ἀγγαρευθείς, ἐβάστασεν.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔