ΔΩΡΟΘΕΩΙ ΛΑΜΠΡΟΤΑΤΩΙ
Εἰ ὁ μὲν σύμβουλος τοῦ παραινεῖν ἐστι κύριος, ὁ δὲ συμβουλευόμενος τοῦ πεισθῆναι, καὶ ὁ μὲν τὸ αὐτοῦ πεποίηκεν, ὁ δὲ οὐ κεκύρωκε τὴν γνώμην τῷ εἰς πρᾶξιν αὐτὴν ἀγαγεῖν, τί πρὸς τὸν παραινέσαντα; Ὅμοιον γὰρ ποιεῖς, ὥσπερ ἂν καὶ ἐπὶ δικαστηρίου τοὺς μὲν δικαστὰς λόγον ἀπῄτεις, τὸν δὲ ῥήτορα ψῆφον. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστι· Δέχεται τὸ δικαστήριον καὶ τοὺς δικαστὰς καὶ τὸν ῥήτορα, τοὺς μὲν ψῆφον ἔχοντας, τὸν δὲ λόγον. Οὐκοῦν ὁ μὲν εἰπεῖν κύριος, οἱ δὲ ψηφίσασθαι, τίθενται δὲ τὴν ψῆφον πρὸς τὸ δοκοῦν, ῥήτωρ δὲ οὐδεὶς ἑαυτῷ τὴν ψῆφον ἤνεγκεν. Εἰ μὲν οὖν εἰσελθὼν ὁ ῥήτωρ σιωπᾷ, πλημμελεῖ, εἰ δὲ λέγων καὶ δικαίως καὶ μετὰ παντὸς τοῦ προσήκοντος οὐ πείθει, τῶν κριτῶν ἐστι τὸ ἁμάρτημα. Ὥσπερ οὖν ἄτοπον λόγον παρὰ τῶν κρινόντων ἀπαιτεῖν, οὕτω καὶ παρὰ τοῦ συνηγόρου ψῆφον· εἰ δὲ οἱ δικάζοντες καὶ δεινῶς καὶ δικαίως λέγοντος τοῦ ῥήτορος ἀποψηφίσαιντο, τῆς μὲν νίκης ἀπεστέρησαν τὸν ῥήτορα, τῆς δὲ ἀρετῆς οὐδαμῶς. Τοιοῦτό τι νοείσθω καὶ περὶ τοῦ παραινέσαντος μέν, μὴ πείσαντος δέ.