ΑΘΑΝΑΣΙΩΙ ΚΑΙ ΘΕΟΓΝΩΣΤΩΙ ΠΡΕΣΒΥΤΕΡΟΙΣ
Ὅτι μὲν ὁ μακάριος Τιμόθεος μιμητικώτατος ἐγένετο καὶ θαυμασιώτατος ἅπασαν ἐκμάξασθαι παραδείγματος ἀρετήν, ἵστε κἂν μὴ γράφω. Ὅτι δὲ πάντων μάλιστα ἡμῖν προσανέκειτο, καὶ ἐξ ἡμῶν ἡγεῖτο—εἰ καὶ μὴ οὕτως εἶχε τὸ πρᾶγμα—τὴν ἀρχὴν αὐτῷ γεγενῆσθαι τῆς ἐπὶ τὸ ἄμεινον προκοπῆς, πολλὰ ἔχων εἰπεῖν, παραλείψω, φυλαττόμενος τὸ λυπῆσαί τινας ἐφ’ οἷς σεμνύνομαι. Ἓν δὲ φράσω, οὗ πάντες καὶ φίλοι καὶ ἐχθροὶ τυγχάνουσι μάρτυρες· ὅτι τοσοῦτον ἥττητο, καὶ τοσαύτην περὶ ἡμᾶς εἶχεν αἰδώ, ὡς εἰ αἵρεσις αὐτῷ προετέθη ποῖ βούλεται, ἐν τοῖς βασιλείοις διατρίψαι ἢ παρ’ ἐμοί, τοῦτο ἂν ἀσυγκρίτως ἑλέσθαι. Δυοῖν τοίνυν ἕνεκεν βαρέως ἐνεγκὼν τὴν τούτου τελευτήν, ἐνὸς μέν, διὰ τὴν ἀνυπέρβλητον ἀρετήν, ἑτέρου δὲ διὰ τὴν ἀσύγκριτον φιλίαν, ὑπὸ δυοῖν ἐθεραπεύθην, τοῦ τε εὐκλεῶς ἐντεῦθεν ἀποπεφοιτηκέναι, τοῦ τε παρὰ Θεοῦ ἐστεφανῶσθαι.