ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ
Τὴν ἐμαυτοῦ γνώμην σαφῶς εἰπεῖν βούλομαι, εἰ δέ τις ὑπερβολικῶς εἰρῆσθαι δόξει, δοκείτω. Οἱ γὰρ τῆς ἀρετῆς ἐρασταὶ μαρτυρήσουσι τῷ ῥηθησομένῳ. Φημὶ τοίνυν, εἰ μὲν τῇ ἀρετῇ τιμωρία, τῇ δὲ κακίᾳ στέφανος ἀπέκειτο, ἥδιστ’ ἂν δίκην δέδωκα φιλάρετος ὤν, ἢ ἐστέφθην κακίας ὢν ἐραστής. Οὕτως ἡ μὲν κακία, κἂν στέφανον προξενοίη, πάσης μοι τιμωρίας δοκεῖ χαλεπωτέρα εἶναι, ἡ δὲ ἀρετὴ τιμαλφεστέρα, κἂν τιμωρίας μὴ ἀμοιροίη. Ἡ μὲν οὖν εἰρημένη μοι ἥδε ὑπερβολή, ὡς φαῖέν τινες, ὧδε ἔχει καὶ ἅλις ἐχέτω, εἰ δὲ καὶ πάντως τῇ μὲν ἀρετῇ στέφανος, τῇ δὲ κακίᾳ τιμωρία ἀπόκειται, τί ἐστι τὸ πεῖσάν σε εἰς τὸν πυθμένα τῆς κακίας καταποντῶσαι σαυτόν; Ἡδέως ἄν σου πυθοίμην ἐγώ.