Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὴν γέννησιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Προοίμιο: Η εαρινή ανανέωση της φύσεως
Περιγραφή της μετάβασης από τον χειμώνα στην άνοιξη και της επιστροφής των ανθρώπων στις καθημερινές τους δραστηριότητες.
آبائی اور بائبلی متون کے مطالعے، تلاش اور کھوج کا ایک پلیٹ فارم
کوئی مصنف، تصنیف یا کتابِ مقدس کی کوئی کتاب منتخب کریں اور ترجمے، نوٹس اور بک مارکس کے ساتھ اصل یونانی ماخذ کا مطالعہ کریں۔
قاری کا استعمال
فوری تلاش براہِ راست کسی مصنف، تصنیف یا کتابِ مقدس کی کتاب کی تلاش کریں۔
تفصیلی انتخاب کوئی ماخذ منتخب کریں، پھر کوئی مصنف، تصنیف، باب یا بائبلی اقتباس۔
مطالعے کے اوزار مطالعے کے دوران آپ ترجمے، بک مارکس، نوٹس اور اپنی ذاتی ظاہری ترتیبات استعمال کر سکتے ہیں۔
Ἔργον
Προοίμιο: Η εαρινή ανανέωση της φύσεως
Περιγραφή της μετάβασης από τον χειμώνα στην άνοιξη και της επιστροφής των ανθρώπων στις καθημερινές τους δραστηριότητες.
Εἰς τὴν γέννησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὁπόταν ἐκ χειμῶνος κρυεροῦ θερμὸν ἔαρ ἐκλάμψῃ, τότε καὶ ἡ γῆ χλοερὰν πόαν προβάλλεται, καὶ τὰ δένδρα ἀνθοκόμοις πρέμνοις ὡραΐζεται, καὶ ὁ ἀὴρ ἡλίῳ καταλαμπόμενος ἀγλαΐζεται, καὶ πᾶς ὀρνίθων χορὸς, ἀνὰ τὸν αἰθέρα πετώμενος, ταῖς μελῳδίαις κλαγγάζει.
Τότε καὶ οἱ ἐν τοῖς ὄρεσιν οἰκοῦντες βουνόμοι τε καὶ ποιμένες, τῶν καλυβῶν ὑπεξελθόντες, τῷ τοῦ ἀέρος κάλλει τὰς ὄψεις μεταῤῥυθμίζουσι, καὶ ταῖς τῶν καλλιφώνων ὀρνέων κλάγγεσι πολυφθόγγοις δόναξιν ἀντίμιμα λυρῳδοῦντες, τὰς τῶν ἀλόγων προβάτων αἰσθήσεις ἡδύνοντες, ἐπὶ τὴν πόαν τοὺς ἄρνας πράῳ τῷ βήματι φέρουσι. Τότε καὶ γεωργὸς, τὴν δρεπάνην ἐν τῇ σκηνῇ θήξας παρὰ τὴν πέτραν, ἐπὶ τὸν ἀμπελῶνα πορεύεται κεῖραι τῆς ἀμπέλου τὸ ἄγονον κλῆμα. Τότε καὶ πελάγιοι πλωτῆρες, ἄζαλον ὁρῶντες τὸ πέλαγος, τὴν χέρσον λιπόντες, ξύλῳ καὶ ὕδατι καὶ πνεύματι τὰς ἑαυτῶν ψυχὰς καταπιστεύσαντες, τοῖς τῆς θαλάσσης κυπρίζοντες νώτοις, ἀφόβως ἐφίπτανται.
تصنیف
متن
متعلقہ اقتباس نئی ونڈو میں کھولتا ہے۔